- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.22.1-4.22.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
所罗门阵亡后,其无能傲慢的侄子塞尔吉乌斯继任总督导致军民离心、士气瓦解,安塔拉斯致信优士丁尼要求撤换总督。与此同时,被俘的幼子所罗门隐瞒身份以极低赎金脱险,受骗的摩尔人愤怒围攻拉里布斯城,最终亦被金钱收买退兵。
Τελευτήσαντος δὲ Σολόμωνος, Σέργιος αὐτοῦ, ὥσπερ εἴρηται, ἀδελφιδοῦς ὤν, δόντος βασιλέως1 παρέλαβε τὴν Λιβύης ἀρχήν.
所罗门去世后,正如前文所述为其侄子的塞尔吉乌斯因皇帝的任命接掌了利比亚的统治权。
ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντές τε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μέν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόν τε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἁπάντων, ὕβριζέ τε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτου τε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος· οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρός τε καὶ μαλθακὸς παντάπασιν ἦν· οἱ δὲ Λίβυες διά τε ταῦτα καὶ ὅτι γυναικῶν τε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς ἐγεγόνει.
此人给利比亚部族带来了极其惨重的灾祸,所有人都痛恨他的统治:将领们痛恨他,是因为他极度愚蠢,无论在性格还是年龄上都很稚嫩,成了所有人中最傲慢狂妄的一个,他毫无缘由地侮辱并轻视他们,且一贯凭借财富的威力和职权的专断来肆意妄为;士兵们痛恨他,是因为他彻底懦弱而懈怠;利比亚人痛恨他,既由于这些缘故,也因为他成了一个对旁人的妻室与钱财抱有异样贪恋之徒。
μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ ἀνθρώπου ἀτεχνῶς ἔτυχε.
在所有人当中,西西尼奥卢斯之子约翰对塞尔吉乌斯的权势尤为愤懑。因为他虽善战且军功卓著,却偏偏遭遇了此人彻底的忘恩负义。
διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις ἠβούλετο.
因此,无论他自己还是其余任何人,都不愿对敌动武。
τῷ δὲ Ἀντάλᾳ οἵ τε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετάπεμπτος ἦλθεν.
安塔拉斯麾下聚集了几乎所有的摩尔人,而斯托扎斯也应召从毛里塔尼亚赶来。
ἐπεί τε οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων, ἦγόν τε καὶ ἔφερον ληιζόμενοι ἀδεῶς ἅπαντα. τότε Ἀντάλας Ἰουστινιανῷ βασιλεῖ γράμματα ἔγραψεν.
由于敌方无人出击应战,他们便毫无顾忌地肆意抢掠搜刮。
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Δοῦλος μὲν εἶναι τῆς σῆς βασιλείας οὐκ ἂν οὐδὲ αὐτὸς ἀρνηθείην, Μαυρούσιοι δὲ πρὸς Σολόμωνος ἐν σπονδαῖς πεπονθότες ἀνόσια ἔργα, ἐν ὅπλοις ὡς μάλιστα ἠναγκασμένοι γεγόνασιν, οὔ σοι ταῦτα ἀνταίροντες, ἀλλὰ τὸν ἐχθρὸν ἀμυνόμενοι, καὶ διαφερόντως ἐγώ.
当时安塔拉斯给优士丁尼皇帝写了一封信。 信件内容如下:“我本人也绝不会否认自己是陛下帝国的奴仆;但摩尔人在停战期间蒙受了所罗门的罪恶行径,实乃万不得已才诉诸武力,这并非要与您为敌,而是为了诛讨仇敌,尤其是对我本人而言。
οὐ γὰρ μόνον με τῶν σιτήσεων ἀποστερεῖν ἔγνω ἅσπερ μοι πολλῷ πρότερον χρόνῳ Βελισάριός τε διώρισε καὶ σὺ δέδωκας, ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἐμὸν ἔκτεινεν, οὐδὲν ἀδίκημα αὐτῷ ἐπενεγκεῖν ἔχων.
因为他不仅决意剥夺早在许久以前贝利撒留便指定给我、且承蒙陛下亲自赏赐的俸饷,甚至在无法对其罗织任何罪名的情况下,杀害了我的兄弟。
τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ2 δουλεύειν τε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ στρατηγὸν εἰς Λιβύην πέμπε.
因此,我们已从伤害我们的人身上讨回了公道。但倘若陛下有意让摩尔人臣服于您的帝国,并像往常一样履行一切侍奉,便请下令让所罗门的侄子塞尔吉乌斯离开此地、返回御前,另派一位将领前来利比亚。
οὐ γάρ σε ἐπιλείψουσιν ἄνδρες ξυνετοί τε καὶ Σεργίου τῷ παντὶ ἀξιώτεροι· ἕως γὰρ οὗτος τῷ σῷ ἐξηγεῖται στρατῷ, εἰρήνην ἔς τε Ῥωμαίους καὶ Μαυρουσίους ξυνίστασθαι ἀμήχανά ἐστιν.” Ἀντάλας μὲν τοσαῦτα ἔγραψε. βασιλεὺς δὲ ταῦτα ἀναλεξάμενος καὶ μαθὼν τὸ κοινὸν ἁπάντων ἐς Σέργιον ἔχθος, οὐδ’ ὣς παραλύειν αὐτὸν τῆς ἀρχῆς ἤθελε, Σολόμωνος τήν τε ἄλλην ἀρετὴν καὶ τὴν τοῦ βίου καταστροφὴν αἰσχυνόμενος. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
因为陛下绝不会缺少明智且在各方面远胜塞尔吉乌斯的人才;只要此人统领您的军队,罗马人与摩尔人之间便绝无达成和平的可能。”安塔拉斯写了这封信。然而皇帝阅毕此信,得知了众人对塞尔吉乌斯的普遍敌意,却仍不愿将其撤职,因为他念及所罗门生前的大德及其殒命的悲剧。这些事情便是这样发展的。
Σολόμων δέ, ὁ Σεργίου ἀδελφός, δόξας ξὺν τῷ θείῳ Σολόμωνι ἐξ ἀνθρώπων ἀφανισθῆναι, πρός τε τῶν ἄλλων καὶ τοῦ ἀδελφοῦ ἠμελήθη· οὐ γάρ τις αὐτὸν περιόντα ἔγνω.
此时,塞尔吉乌斯的兄弟所罗门被认为已随其叔父所罗门一同阵亡,因而受到众人及胞兄的遗忘;因为谁也不知道他还活着。
ἐτύγχανον δὲ ζωγρήσαντες αὐτὸν ἅτε νέον κομιδῆ ὄντα Μαυρούσιοι, καὶ αὐτοῦ ἀνεπυνθάνοντο ὅστις ποτὲ εἴη. ὁ δὲ Βανδίλος μὲν γένος, Σολόμωνος δὲ δοῦλος ἔφασκεν εἶναι. φίλον μέντοι τῶν τινα ἰατρῶν, Πηγάσιον ὄνομα, εἶναί οἱ ἐν πόλει Λαρίβῳ, πλησίον που οὔσῃ, ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς.3
当时摩尔人见他尚且十分年轻,便将他生俘,并向他打探身份。他自称是汪达尔族人,是所罗门的奴隶;不过在邻近的拉里布斯城中有一位名叫佩加西乌斯的医生朋友,定会出付赎金将他买下。
οἱ μὲν οὖν Μαυρούσιοι ἄγχιστα τοῦ τῆς πόλεως περιβόλου γενόμενοι ἐκάλουν τε τὸν Πηγάσιον καί οἱ Σολόμωνα ἐπεδείκνυον, ἠρώτων τε εἴ οἱ τοῦτον ὠνεῖσθαι πρὸς ἡδονῆς ἐστι.
于是摩尔人来到极靠近城墙周郭之处呼唤佩加西乌斯,并将所罗门指给他看,询问他是否愿意将此人买下。
καὶ ἐπεὶ ὡμολόγει ὠνήσεσθαι, πεντήκοντά οἱ χρυσῶν ἀπέδοντο τὸν Σολόμωνα.
当佩加西乌斯应允买下后,他们便以五十枚金币将所罗门卖给了他。
ἐντὸς δὲ τοῦ περιβόλου γενόμενος Σολόμων τοὺς Μαυρουσίους, ἅτε πρὸς αὐτοῦ μειρακίου ὄντος ἐξηπατημένους, ἐτώθαζεν· αὐτὸς γὰρ Σολόμων ἔφασκεν, ὁ Βάκχου μὲν παῖς, Σολόμωνος δὲ ἀδελφιδοῦς εἶναι. Μαυρούσιοι δὲ τοῖς τε ξυμπεσοῦσι περιαλγοῦντες καὶ δεινὰ ποιούμενοι, ὅτι δὴ Σεργίου τε καὶ Ῥωμαίων ἐνέχυρον κρατερὸν ἔχοντες εἶτα οὕτω παρέργως ἀφῆκαν, ἐς Λάριβόν τε ἀφίκοντο καὶ αὐτῆς ἐς πολιορκίαν κατέστησαν, ὅπως τὸν Σολόμωνα ξὺν τῇ πόλει αἱρήσουσιν.
进入城郭之后,所罗门便嘲弄起摩尔人来,笑他们竟被自己一个少年所欺骗;因为他声明自己就是所罗门本人,既是巴库斯之子,又是所罗门的侄子。摩尔人对此变故痛心疾首,对自己本握有牵制塞尔吉乌斯与罗马人的绝佳人质、却如此轻率地将其放走而悔恨交加,于是进抵拉里布斯城并加以围攻,企图连城带所罗门一并攻取。
οἱ δὲ πολιορκούμενοι τῶν βαρβάρων τὴν προσεδρείαν κατορρωδήσαντες, ἐπεὶ οὐδὲ τὰ ἐπιτήδεια ἐσκομισάμενοι ἔτυχον, τοῖς Μαυρουσίοις ἐς λόγους ἦλθον, ἐφ’ ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν.4
而被围者畏惧蛮族的围困,加之恰好未能运入粮草物资,便与摩尔人进行谈判,条件是〔他们〕在获取巨额钱财后立即解除围困。
οἱ δὲ οὐκ ἂν ἑλεῖν βίᾳ τὴν πόλιν οἰόμενοι, ἐπεὶ Μαυρουσίοις τειχομαχεῖν οὐδαμῆ ἤσκηται, σπανίζειν τε τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις ἥκιστα ἔγνωσαν, τούς τε λόγους ἐνεδέχοντο καὶ τρισχιλίους κεκομισμένοι χρυσοῦς τὴν πολιορκίαν διέλυσαν, καὶ οἱ Λευάθαι ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν.
摩尔人自忖绝无能力强行攻克该城,因为摩尔人全然未受攻城训练,加之他们丝毫不知城内匮乏物资,便接受了这些条件;他们在获得三千枚金币后解除了围困,莱瓦塔伊人全数撤返回乡。
- 4.22.1δόντος βασιλέως
独立属格(genitive absolute),表示塞尔吉乌斯接管权力的凭据或授权:“由皇帝赐予/承蒙皇帝任命”。
- 4.22.9εἰ δέ σοι βουλομένῳ ἐστὶ
非人称句式,采用与格人称代词加分词 βουλόμενος 与系动词 ἐστί,意为“倘若您有意/如果您赞同”。
- 4.22.14ὃς αὐτὸν ὠνήσαιτο τὰ λύτρα διδούς
间接引语中的关系从句,动词采用希求法 ὠνήσαιτο,体现被转述的主张:“一位会支付赎金将他买下的[朋友]”。
- 4.22.19ἐφ’ ᾧ χρήματα μεγάλα περιβαλλόμενοι τὴν προσεδρείαν εὐθὺς διαλύσωσιν
“ἐφ’ ᾧ + 虚拟式 διαλύσωσιν”构成的条件/协议从句,表示协定条款:“条件是在获取巨资后立即解除围困”。
