- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.21.17-4.21.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对安塔拉斯与摩尔人联军的大举来犯,所罗门试图讲和遭拒;因战利品分配不公导致士气涣散的罗马军队最终溃败,所罗门力战阵亡。
οἵ τε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων· Ἀντάλας δὲ ʽοὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι’ αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντοσ̓ ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τὰς σιτήσεις αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών.1
蛮族抵达拜扎凯纳后,通过奔袭劫掠了当地绝大多数村邑。而安塔拉斯——我在前文中曾提及此人,他因始终忠于罗马人而独得在拜扎凯纳统领摩尔人——此时已与所罗门反目成仇,因为所罗门剥夺了皇帝赐予他的俸饷,并杀死其兄弟,指控其在拜扎凯纳人中引起骚乱。
τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχηδόνα σφίσιν ἡγήσατο.
因此当时安塔拉斯欣然接纳了这些蛮族,与他们缔结攻守同盟,引兵向所罗门和迦太基进发。
Σολόμων δέ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ’ αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιος καὶ Σολόμων ὁ νεώτατος.
所罗门听闻此事,率全军拔营迎击,抵达距迦太基六日程的特维斯特城一带驻扎,同行的还有其兄弟巴库斯之子库罗斯、塞尔吉乌斯以及幼子所罗门。
δείσας τε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ’ αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων ἐς αὐτοὺς χρήσεσθαι.
由于畏惧蛮族人数众多,他派使者前往莱瓦塔伊的首领处,一方面指责他们身为罗马人的结盟者,却全副武装前来进攻;另一方面要求在彼此之间稳固和平,并许诺发下最严厉的誓言,对他们既往不咎。
χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν.
蛮族对这些话冷嘲热讽,声称他必定要对着基督徒的教谕发誓,即他们惯常称为福音书之物。
οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη2 ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο.
既然塞尔吉乌斯曾对着这些教谕发誓后杀死了信任他的人,那么他们自己倒极愿投入战斗,亲身查验这些教谕对背誓者究竟有何等威力,好让他们在对其建立起最坚固的信任之后,再来缔结盟约。所罗门听闻这些话后,便开始筹备决战。
Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελών τε τὴν λείαν ἐφύλασσε πᾶσαν.
次日,他同运载大批掠夺物的敌军偏师交战并在战斗中取胜,夺下全部战利品并严加看管。
δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ φαίνηται.3
士兵们因他不把战利品分发给自己而愤懑不平、大为不满,所罗门则宣称自己是在等待战事结束,届时再按每人功绩理应所得的份额公平分发一切。
ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν παράταξιν ᾔεσαν.
然而当蛮族全军再次发起冲击决战时,罗马军队中有人脱逃,其余人亦毫无斗志地列队应战。
πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ’ αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος χαράδραν ἀφίκοντο ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ ἵππου καθίζουσι.
起初战斗胜负未分,但随后摩尔人依仗人数优势占据压倒性上风,罗马士兵大半溃逃。所罗门及其身旁数人顶着敌军矢石坚持抵御了一阵,但后来因敌势汹汹而急迫奔逃,退至当地流经的一条激流冲刷出的深谷处。
περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο.
所罗门的战马在那里失蹄跪倒,他坠落于地,亲兵们急忙用双手将他扶起并放回马背上。 但他痛苦万分,已无法握住缰绳,蛮族追赶上来,将所罗门及其许多亲兵斩杀。这就是所罗门生命的结局。
- 4.21.17ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών
动词 ἐπιφέρω(在此意为对某人提出指控)支配与格 αὐτῷ(指安塔拉斯之弟),宾格短语 ταραχήν... γινομένην 表示指控的事由。介词短语 ἐς Βυζακηνούς 修饰分词 γινομένην,表示“针对拜扎凯纳人发生的骚乱”。
- 4.21.22βουλομένοις σφίσιν αὐτοῖς εἴη
这是间接引语中的祈愿语气句式,对应直接引语中的习惯表达 βουλομένοις ἡμῖν ἐστι(“对我们而言是合乎心愿的/我们愿意”)。因受过去时主句动词 ἔφασαν 支配,动词转换为祈愿式 εἴη。与格分词与反身代词 βουλομένοις σφίσιν αὐτοῖς 是表示主观意愿的惯用与格,该小句的真正主语是后文的不定词 ἀποπειρᾶσθαι。
- 4.21.24ἐπιβάλλον ἑκάστῳ φαίνηται
在从属从句 καθάπερ ἂν... φαίνηται 中,ἐπιβάλλον 为动词 ἐπιβάλλει(意为作为应得之份归属于某人)的中性单数现在分词,与 φαίνηται 构成表语关系,意为“正如看来应属于各人的份额那样”。介词短语 ἐς τὴν ἀξίαν(依照功绩/价值)表明分配的准绳。
