- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.21.1-4.21.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼在位第十七年,统治的黎波里的塞尔吉乌斯在宴席冲突中将八十名莱瓦塔伊部摩尔显贵使节尽数诛杀。在随后的交战中,罗马军虽洗劫敌营,普登提乌斯却战死沙场,塞尔吉乌斯遂前往其叔父所罗门处搬请救兵。
Τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόν τε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος ὁ πρεσβύτερος, Τριπόλεως δὲ Σέργιος. Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παρ’ αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως ὁ Σέργιος δῶρά τε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην κρατύνηται.
四年之后,他们的一切福祉竟走向了完全相反的结局。在查士丁尼皇帝执掌最高权力的第十七个年头,所罗门的兄弟巴库斯之子库罗斯与塞尔吉乌斯奉皇帝之命受任掌管利比亚诸城,长子库罗斯掌管五城地区,塞尔吉乌斯掌管的黎波里地区。被称为莱瓦塔伊的摩尔人率领大军来到大莱普提斯城见他,四处宣称他们来此是为了让塞尔吉乌斯向他们馈赠例行的礼物与誓盟信物,以巩固和平。
Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθείς, Τριπολίτῃ ἀνδρί, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ’ ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος,1 ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν ἐκέλευσε.
塞尔吉乌斯受的黎波里人普登提乌斯说服——我在前文曾提及此人,他在汪达尔战争初期曾为查士丁尼皇帝效力以对抗汪达尔人——接纳了八十名蛮族中最有名望之人进入城中,许诺将履行他们所要求的一切,并命令其余人留在城郊。
τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύσαντες κτείνωσιν.
他在就和平向这八十人提供誓言后,这才召他们赴宴。然而人们说这些蛮族乃是怀着诡诈的用心进城的,意欲设伏杀死塞尔吉乌斯。
ἐπειδή τε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλα τε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια σφίσιν οὐ δέον δηϊῶσαι.2
当他们与他商谈时,便向罗马人提出其他的罪责指控,并指斥罗马人不应劫掠其庄稼。
ἅπερ ὁ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς ἐφ’ οὗπερ καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι.
塞尔吉乌斯对此置之不理,从就座的椅上起身,想要离席而去。
καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπόδιος εἶναι.
蛮族中有一人扯住他的披肩,试图拦阻于他。
ἔς τε θόρυβον ἐνθένδε καταστάντες οἱ ἄλλοι ἀμφ’ αὐτὸν ἤδη ξυνέρρεον.
其余人随即陷入喧扰,开始在他周围聚集涌上。
τῶν δέ τις Σεργίου δορυφόρων τὸ ξίφος σπασάμενος τοῦτον δὴ τὸν Μαυρούσιον διεχρήσατο.
塞尔吉乌斯的亲兵中有一人拔出佩剑,当场将这名摩尔人斩杀。
καὶ ἀπ’ αὐτοῦ ταραχῆς, ὡς τὸ εἰκός, γενομένης ἐν τῷ δωματίῳ μεγάλης, οἱ Σεργίου δορυφόροι τοὺς βαρβάρους ἅπαντας ἔκτειναν.
由是室内自然大乱,塞尔吉乌斯的亲兵将这些蛮族尽数杀死。
καὶ αὐτῶν εἷς, ἐπειδὴ κτεινομένους τοὺς ἄλλους εἶδε, τοῦ τε οἰκήματος ἵνα δὴ ταῦτα ἐπράσσετο ἐκπεπήδηκε, λαθὼν ἅπαντας, ἔς τε τοὺς ὁμοφύλους ἀφικόμενος τὰ σφίσι ξυμπεσόντα ἐδήλου.
他们当中有一人见众人被杀,便从发生此事的房屋中跃出,瞒过所有人逃至同族人那里,告知了降临在他们身上的变故。
οἱ δὲ ταῦτα ἀκούσαντες ἔς τε τὸ οἰκεῖον στρατόπεδον κομίζονται δρόμῳ καὶ ξὺν τοῖς ἄλλοις ἅπασιν ἐν ὅπλοις ἐπὶ Ῥωμαίους ἐγένοντο.
同族人听闻此事,飞奔回自己的阵营,与其余全军一同全副武装向罗马人杀来。
οἷς δὴ ἀμφὶ πόλιν Λεπτίμαγναν ἀφικομένοις Σέργιός τε καὶ Πουδέντιος παντὶ τῷ στρατῷ ὑπηντίαζον.
当他们抵达大莱普提斯城周围时,塞尔吉乌斯与普登提乌斯率全军出城迎战。
τῆς τε μάχης ἐκ χειρὸς γινομένης τὰ μὲν πρῶτα ἐνίκων Ῥωμαῖοι καὶ τῶν πολεμίων πολλοὺς ἔκτειναν, καὶ αὐτῶν τὸ στρατόπεδον ληισάμενοι τῶν τε χρημάτων ἐκράτησαν καὶ γυναικῶν τε καὶ παίδων ἐξηνδραπόδισαν μέγα τι χρῆμα.
及至白刃交接,起初罗马人占据上风,斩杀大量敌军,并洗劫了其营寨,夺获财宝,虏获了极多妇孺为奴。
ὕστερον δὲ Πουδέντιος θράσει ἀπερισκέπτῳ ἐχόμενος θνήσκει. Σέργιος δὲ σὺν τῷ Ῥωμαίων στρατῷ, ἤδη γὰρ καὶ συνεσκόταζεν, ἐς Λεπτίμαγναν ἐσήλασε.
但随后普登提乌斯因鲁莽狂妄而阵亡。塞尔吉乌斯见天色已昏暗,遂率罗马军队撤回大莱普提斯城内。
Χρόνῳ δὲ ὕστερον οἱ μὲν βάρβαροι μείζονι παρασκευῇ ἐπὶ Ῥωμαίους ἐστράτευσαν. Σέργιος δὲ παρὰ Σολόμωνα τὸν θεῖον ἐστάλη, ἐφ’ ᾧ καὶ αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι·3 οὗ δὴ καὶ Κῦρον τὸν ἀδελφὸν εὗρεν.
不久之后,蛮族集结了更庞大的军力来攻罗马人。塞尔吉乌斯前往其叔父所罗门处,以便自己亦能率更庞大的军队迎击敌军;他在该处亦与其兄库罗斯相见。
- 4.21.3ἅτε κατ’ ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος
分词 ὑπηρετήσαντος 为阳性单数属格,在格上与紧邻的关系代词 οὗπερ 一致,并与 ἅτε 连用构成原因分词从句(“鉴于其曾效力于……”),而非直接与主句的与格 Πουδεντίῳ 一致。
- 4.21.5καὶ τὰ λήια σφίσιν οὐ δέον δηϊῶσαι
动词 ἐπεκάλουν(控告、指责)兼领宾格名词 ἐγκλήματα 与并列的不定式短语 δηϊῶσαι(破坏庄稼)。插入其中的 οὐ δέον 为非人称动词 δεῖ 的中性宾格分词构成的宾格独立结构(accusative absolute),意为“本不当如此/不当地”。
- 4.21.16ἐφ’ ᾧ καὶ αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι
连词性短语 ἐφ' ᾧ 引导表目的或条件的从句(“以便/在……条件下”)。由于主句动词 ἐστάλη 为过去时态,从属从句的动词根据历史时态序列采用了祈愿语气(ἴοι)。
