← 普罗科皮乌斯

战史

§4.20.18-4.20.33

平定奥拉西翁山与尧达斯败逃

罗马全军未经号令直冲敌营,重创溃敌并逐走负伤的尧达斯,彻底控制奥拉西翁山。罗马军随后奇袭攻克绝壁上的宝库塔楼,所罗门以此财宝营建要塞修葺城池,令行省重归繁荣安定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20.18

ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον.

罗马全军一听到并看到所发生的事,既不等待统帅为他们引路,也不等待号角按惯例吹响交战信号,甚至根本不顾队形,便发出一片喧嚣,互相催促进逼,奔向敌军营地。

§4.20.19

ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια.

在此役中,法拉斯马涅斯之子扎乌纳斯的儿子鲁菲努斯与莱昂提乌斯,向敌人展现了无愧于勇德的功绩。

§4.20.20

οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον.

摩尔人见此大受震慑,加之得知自己的守卫已被诛灭,立时各自向能够逃窜的方向溃散,其中大多数人在险阻地形中被追及歼灭。

§4.20.21

Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε.

尧达斯本人虽大腿中标枪,却仍逃脱并撤往毛里塔尼亚人那里。

§4.20.22

Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται.

罗马人劫掠了敌军营寨后,决定不再撤离奥拉西翁山,而是在所罗门于该处筑造堡垒后加以防守,使这片山地不再为摩尔人所越入。

§4.20.23

Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα· πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι· οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο.

在奥拉西翁山中有一处悬崖,高耸于断崖绝壁之中;当地人称之为杰米尼亚努斯岩;古人曾在此建起一座极小的塔楼,依仗该地自然地形的助益,构筑了一座坚不可摧、难以攻破的避难所。

§4.20.24

ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν χρημάτων καταστησάμενος.

数日前尧达斯适逢将财宝和妇女存放于此,并指派了一名老迈的摩尔人作为财宝的看守。

§4.20.25

οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν.1

因为他绝不会料想到敌人会到达此地,也绝不会料想他们能在永世之中凭强力攻占此塔。

§4.20.26

ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν· αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου καταγελῶσαι· τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει. ὁ δὲ Ῥωμαῖος στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν.

然而罗马人当时搜查奥拉西翁山的险峻处,来到了这里,其中一人笑着试图攀登进入塔楼;妇女们出言嘲讽,讥笑他竟妄图行不可能之事;那位老人也从塔上探身出来做着同样的嘲弄。但那名罗马士兵手足并用攀登接近时,悄悄拔出佩剑,以最快的速度猛跃而上,正中老人的颈项砍去,并得以将其彻底斩断。

§4.20.28

ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐνθένδε ἐξεῖλον.

头颅滚落到了地上,众士兵此刻勇气倍增,彼此拉扯着攀上塔楼,将妇女和数量极其巨大的财宝尽数夺取。

§4.20.29

ἀφ’ ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι.

所罗门正是用这些财宝,为利比亚的许多城市修建了城墙。

§4.20.30

Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ ἐς φόρου ἀπαγωγὴν προσεποίησε·2 Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ πλήν γε δὴ πόλεως Καισαρείας ἔχων.

如前所述,当摩尔人战败撤出努米底亚后,〔所罗门〕便将位于奥拉西翁山彼端、以锡蒂菲斯为首府、被称为第一毛里塔尼亚的扎贝地区,归并入罗马帝国以缴纳赋税;因为凯撒里亚恰为另一毛里塔尼亚的首府,马斯蒂加斯与他的摩尔人驻扎在那里,除凯撒里亚城之外,使彼处所有地区臣服纳贡。

§4.20.32

ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις· ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ χώρᾳ.

盖因贝利撒留此前已为罗马人收复了此城,正如我在前文所述;罗马人始终乘船前往该城,但由于摩尔人居住在该地,他们无法循陆路前往。

§4.20.33

καὶ ἀπ’ αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.

由此,所有臣服于罗马的利比亚人获得了稳固的和平,并得享所罗门英明而极其审慎节制的治理,对未来不再心怀敌患,俨然成为普天下最幸福的人。

语法注2 条
  1. 4.20.25οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ’ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν

    句首的 ἄν 与过去直陈式动词 ὑπετόπασεν 搭配,构成过去潜能或与过去事实相反的虚拟(“他决不会料想到”)。后半句 οὔτ’ ἄν 中的第二个 ἄν 则与不定式 ἑλεῖν 结合,在间接引语中相当于直接引语的 ἄν 加希求式(潜能)或过去直陈式(虚拟),表示“能以强力攻克该塔”。

  2. 4.20.30προσεποίησε

    第三人称单数不定过去式主谓语动词 προσεποίησε 的主语在从句及本句中并未明示,但根据上下文,其施事主语承接前文营建要塞并利用战利品的统帅所罗门(Σολόμων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.20.18-4.20.33