← 普罗科皮乌斯

战史

§4.20.1-4.20.17

图马尔之围中的缺水困境与盖宗的奋战

罗马军队在围攻图马尔时饱受缺水之苦,所罗门激励全军并谋划攻取险要,此时士兵盖宗单身前行击杀三名敌方守卫,由此拉开了进攻的序幕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20.1

Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὅτι μὴ1 ὀλίγου οὔτε ἄλλου του ἀναγκαίου ἐν εὐπορίᾳ ἔσεσθαι ἔμελλον.

他们来到图马尔这个地方——敌人把自己封闭于此驻留静观——并在附近一处险阻之地扎营,在那里除少量饮水外,他们绝不可能拥有充足的水或任何其他必需品。

§4.20.2

χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι ἤσχαλλον.

随着大量时日的消耗,蛮族人全然不出击交战,他们自己受围城之累所迫,焦躁不安,其痛苦程度不下于敌人,甚或犹有过之。

§4.20.3

μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, ὃ δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν ἀνδρὶ ἑκάστῳ.

他们尤其苦于饮水的匮乏,这水由所罗门亲自看管,每人每日除仅给一杯外,别无所供。

§4.20.4

ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάς τε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵους τε ὄντας, ἀποπειρᾶσθαί τε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας ἅπαντας παρεκελεύσατο ὧδε·

当他看到将士们公开显出怨愤,再也无法忍受眼前的艰难时,便打算进攻该地,尽管那是一处难以接近的险要,于是他召集全体将士,如此激励道:

§4.20.5

“Ἐπειδὴ δέδωκεν ὁ θεὸς Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα πρότερόν τε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ’ ὑφισταμένους σὺν προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν εὐτυχημάτων2 ἐφίεσθαι.

“既然上帝赐予罗马人在奥拉西翁山围困摩尔人——这事在从前是超乎指望的,即使在今日,对那些未目睹所发生之事的人而言也全然令人难以置信——我们亦当顺应上天的襄助,切不可辜负此等恩典,而应奋勇承担危险,追求成功所带来的福祉。

§4.20.6

ὡς πᾶσα μὲν τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν περιίσταται· ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ’ ἑαυτῷ τὴν αἰτίαν πεποιημένος.

因为人事的一切转机皆系于时机的关头;若有人怠惰畏缩而辜负机遇,他便不能公正地归咎于命运,因其罪责乃是自取的。

§4.20.7

Μαυρουσίων μὲν τὴν ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον οὗ δὴ πάντων ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς τηροῦσιν.

你们想必看到了摩尔人的虚弱,以及他们断绝了一切必需品而把自己幽禁防守的地方。

§4.20.8

ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ τῇ προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων ὁμολογίαν προσδέχεσθαι, ἢ πρὸς ταύτην ὀλιγωροῦντας τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην.

你们必须在两件事中择其一:要么对围困的苦楚毫无怨言,静待敌人的降服;要么对此不屑一顾,欣然接受冒着危险换取的胜利。

§4.20.9

μᾶλλον δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη οὔποτε ἡμῖν οὐδὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.”

更确切地说,与这些蛮族交战对我们而言甚至毫无危险,因为我认为,早已在同饥饿抗争的他们甚至绝不会与我们短兵相接。你们此刻心中谨记这些,便理应奋勇执行所有传达的号令。”

§4.20.10

Τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, ἀπορουμένῳ τε ἐπὶ πλεῖστον ἐῴκει.

所罗门作了这番激励后,便审视从何处向该地发起进攻对他们更为有利,然而他看起来大体陷入了困顿。

§4.20.11

λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾧ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμασιν ἐπορίσατο τήνδε.

因为在他看来,那险峻的地形实在难以攻克。正当所罗门心中权衡这些时,命运为局势提供了如下的门径。

§4.20.12

Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζός, τοῦ καταλόγου ὀπτίων εἰς ὃν αὐτὸς ἀνεγέγραπτο· οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι Ῥωμαῖοι.

士兵中有一名步兵名叫盖宗,是他本人所在名册上的奥普提奥;因为罗马人是这样称呼津贴的发放者的。

§4.20.13

οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν3 ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι πολλῷ ποιούμενοι τὰ γινόμενα.

这位盖宗,不知是出于嬉闹,还是动了怒气,亦或某种神圣力量触动了他,仿佛要向敌人进攻似地独自向上攀登,他的几位战友在离他不远处跟着走去,对所发生的一切深感惊奇。

§4.20.14

ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων δρόμῳ.

奉命把守入口的三名摩尔人察觉到这人正朝自己走来,便飞奔迎上前去。

§4.20.15

ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει.

但由于地处狭窄隘道,他们并未列队前进,而是各自散开行进。

§4.20.16

παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο.

盖宗击倒了最先迎上来的那人并将其杀死,随后又以同样的方式除掉了其余两人。

§4.20.17

ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν.

在后面跟随的人见状,便伴随着巨大的喧嚣与骚动向敌人挺进。

语法注3 条
  1. 4.20.1ὅτι μὴ

    连词/关系词 ὅτι 与否定词 μή 结合构成的习语,起限定副词短语作用,意为“除……之外”(相当于 πλήν)。此处与 ὀλίγου 连用,表示“除了少量的(水)”。

  2. 4.20.5τῶν ἐκ τοῦ κατορθώσειν εὐτυχημάτων

    带冠词的将来时不定式 τοῦ κατορθώσειν 作为介词 ἐκ 的宾语,构成修饰 εὐτυχημάτων 的定语短语,意为“从成功中产生的福祉”。介词后接带冠词的将来时不定式相对少见,此处强调对将来必将获得成功的期盼。

  3. 4.20.13ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν

    与主语 ὁ Γέζων 一致的分词短语。动词 δοκέω 的分词 δοκῶν 既可理解为表示外在表象(“看似/装作向敌人进攻”),亦可理解为主观意图(“打算/决意向敌人进攻”)。结合前文“无论是出于嬉闹还是由于愤怒”的不确定语境,此处描摹了他举动上看似直扑敌阵的情态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.20.1-4.20.17