← 普罗科皮乌斯

战史

§4.19.17-4.19.32

泽尔布勒要塞的围攻与摩尔人弃城夜逃

所罗门在巴博西斯击溃摩尔人,进逼尧达斯留兵驻守的泽尔布勒要塞。要塞守军的将领皆中箭身亡,蛮族乘夜秘密弃城而逃;原本准备撤围的罗马军队遂兵不血刃地占领了这座空城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19.17

καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν κρατήσας τε παρὰ πολὺ αὐτῶν ἐς φυγὴν ἔτρεψε.

他与敌人短兵相接,大获全胜,将他们彻底击溃。

§4.19.18

καὶ ἀπ’ αὐτοῦ οἱ Μαυρούσιοι μάχην μὲν ἐκ τοῦ ἀντιπάλου1 πρὸς Ῥωμαίους διενεγκεῖν ἀξύμφορον σφίσιν ᾤοντο εἶναι· οὐ γὰρ αὐτῶν περιέσεσθαι τῇ μάχῃ ἤλπιζον· ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστασθαι2 ὥσπερ τὸ πρότερον.

自此之后,摩尔人认为与罗马人进行势均力敌的正面对决对自己不利;因为他们不指望能在战斗中取胜;但他们对奥拉西翁山的险峻地形抱有期望,盼着罗马人会因精疲力竭而放弃,像先前那样在短时间内从这里撤走。

§4.19.19

οἱ μὲν οὖν πολλοὶ ἔς τε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα. οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε.

于是,大部分人前往毛利塔尼亚人处以及奥拉西翁山以南的蛮族那里,而尧达斯则率两万摩尔人留在此地。他碰巧在奥拉西翁山修建了一座名为泽尔布勒的要塞。他便率领全体摩尔人进入该要塞驻留休整。

§4.19.20

Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσας τε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν.

所罗门绝不愿在围城中耗费时日,但获悉塔穆加德城周围的平原长满了成熟的谷物后,便率军前往那里扎营并蹂躏该地。将一切焚毁之后,他又回师泽尔布勒要塞。

§4.19.21

Ἐν δὲ τῷ χρόνῳ τούτῳ ᾧ Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινάς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ ἐπιτήδεια σφᾶς ἐπιλίποι.3

在罗马人蹂躏该地的这段时间里,尧达斯留下了他认为最胜任要塞防守的部分摩尔人,自己则率其余部队登上了奥拉西翁山的山顶,以免在此处受围时物资断绝。

§4.19.22

χῶρόν τε εὑρὼν κρημνοῖς τε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν καλυπτόμενον, Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε. Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων ἔβαλλον.

他发现了一处四面皆为悬崖且由险峻巨石庇护的地方,名为图马尔,便在此处驻留。与此同时,罗马人围攻泽尔布勒要塞达三日之久。由于城墙不高,他们使用弓箭射中了许多在城垛上的蛮族。

§4.19.24

τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι θνήσκειν.

出于某种机缘巧合,摩尔人的所有首领竟全部中箭身亡。

§4.19.25

ἐπεὶ δὲ ὅ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν.

当三日的时间过去、夜幕降临之际,罗马人对摩尔人首领的阵亡一无所知,正商议解除围困。

§4.19.26

ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ βαρβάρους προσχωρήσειν σφίσιν.

因为在所罗门看来,前往攻击尧达斯及摩尔人大队人马更为有利,他认为若能通过围困击破他们,留在泽尔布勒的蛮族便会更容易且更不费力地向他们归顺。

§4.19.27

οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν.

然而蛮族认为,既然所有首领皆已阵亡,自己便无法继续抵挡围困,遂决定火速逃窜并弃守要塞。

§4.19.28

αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο.

于是他们当即全部在沉寂中逃走,未向敌人透露任何声息,而罗马人则在黎明时分准备撤离。

§4.19.29

καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδείς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο.

然而,城墙上不见一人,尽管敌人本在撤走,罗马人仍深感诧异,并在彼此之间极度困惑。

§4.19.30

ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες.

他们带着这种困惑绕着要塞巡行,发现那扇小门大开,摩尔人正是从那里逃走的。

§4.19.31

ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἥκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους.

他们进入要塞后将一切抢掠一空;然而他们绝无追击敌人的念头,因为对方皆是轻装简从且谙熟当地地形之人。

§4.19.32

καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.

当他们抢掠完一切后,便为要塞安置了守卫,全员徒步向前挺进。

语法注3 条
  1. 4.19.18ἐκ τοῦ ἀντιπάλου

    由介词 ἐκ 与中性实质化形容词构成的成语,意为“在对等条件下”或“在势均力敌的正面对决中”。

  2. 4.19.18ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστασθαι

    短语 ἐλπίδα εἶχον 后接带不定式的宾格结构(Ῥωμαίους... ἐξανίστασθαι)。分词 ἀπολέγοντας 与逻辑主语 Ῥωμαίους 一致,意为“因艰辛而放弃/精疲力竭”。

  3. 4.19.21ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ ἐπιτήδεια σφᾶς ἐπιλίποι

    由 ὅπως μή 引导接希求法过去时 ἐπιλίποι 的否定目的从句。主语为 τὰ ἐπιτήδεια(粮食、给养),直接宾语为 σφᾶς(他们)。分词 πολιορκουμένους 与 σφᾶς 保持宾格一致,表示时间或情况(“当他们在那里被围困时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.19.17-4.19.32