- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.2.1-4.2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利撒留派骑兵前锋先行并率步兵跟进,在特里卡马鲁姆追上汪达尔军,夜间营中发生矛头发光的异象。汪达尔王盖利梅尔则将家眷与财物聚于营中,发表慷慨演说号召全军背水一战。
Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ καὶ ἀκροβολίσασθαι ἐπιστείλας, ἢν καιρὸς γένηται.
贝利撒留作了此番勉励之后,便在当天派出了除五百人之外的全部骑兵,将亲兵和罗马人称为“班东”的战旗托付给亚美尼亚人约翰,并命他在时机出现时进行侦察袭扰。
αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο.
他本人则于次日率步兵大队及那五百名骑兵随后跟进。
τοῖς δὲ Μασσαγέταις, βουλευσαμένοις ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτε μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργου ἐς Βανδίλους ἰέναι, ἀλλ’ ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη,1 τηνικαῦτα ξὺν τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένους ποιήσασθαι. ταῦτα μὲν οὖν τοῖς βαρβάροις ἐδέδοκτο τῇδε.
此时,马萨革泰人内部商议后决定,为了在盖利梅尔和贝利撒留面前都显得恪守盟约,他们既不替罗马人首开战端,也不在交战前投向汪达尔人,而是等两军中无论哪一方战局恶化时,再与胜利者一同对败退者展开追击。这便是蛮族人所定下的计策。
ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβε τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους Καρχηδόνος ἀπέχοντι.
罗马军队追上了驻扎在特里卡马鲁姆的汪达尔人,该地距离迦太基一百四十斯塔迪昂。
ἔνθα δὴ μακράν που ἀπ’ ἀλλήλων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦν τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει τοιόνδε.
于是双方在相隔颇远之处各自扎营。至深夜时分,罗马营地中发生了一件如此的异象:
τῶν δοράτων αὐτοῖς τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμαὶ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο οὐ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺς θεασαμένους κατέπληξεν, οὐκ εἰδότας ὅπη ἐκβήσεται.
他们枪矛的尖端被熊熊火焰映照得通明,在他们看来,枪尖似乎在长时间猛烈燃烧。这异象虽未被众人察觉,却令目睹的少数人大为惊骇,因为他们不知其预示何种吉凶。
ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθις ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτὸ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευον εἶναι. τότε δέ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγεγόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλῷ ἐνυκτέρευσαν.
此种异象在很久以后于意大利又再次降临罗马人;届时他们因已有经验,便确信这是胜利的征兆。但当时正如前文所述,因属初次发生,他们大受惊吓,在极大的恐惧中度过了那一夜。
Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐν μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχύρωμα οὐδὲν ἔχοντι, καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·
次日,盖利梅尔命令汪达尔人将妇女、儿童及全部财物安置在栅营中央——尽管那里毫无险阻工事可言——随即召集全军,发表了如下演说:
“Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλοι, οὐδὲ ἀρχῆς στερήσεως μόνον ὁ ἀγών ἐστιν, ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν,2 οἴκοι τε καθημένοις καὶ τὰ ἡμέτερα αὐτῶν ἔχουσιν· ἀλλ’ ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτο ἡμῖν περιέστηκε τύχης τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν παίδων τῶνδε καὶ γυναικῶν καὶ χώρας καὶ πάντων χρημάτων, περιοῦσι δὲ ἡμῖν προσέσται3 τὸ δούλοις τε εἶναι καὶ ταῦτα ἐπιδεῖν ἅπαντα·
“汪达尔同胞们,我们的搏杀并非为了虚名,亦不仅关乎丧失统治权,否则即便我们怯懦弃战、拱手相让,亦尚能偏安乡里,保全自家的资财以苟延残喘;然而你们必然看出,我们的命运已沦落到如此地步:我们若不能战胜强敌,临死便会将这些妇孺、土地及一切财产尽数遗落于敌手任其宰割;而倘若苟活,更将遭受沦为奴隶并亲眼目睹这一切惨状的厄运。
ἢν δέ γε περιεσώμεθα τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τῆς εὐδαιμονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλων ὀνόματι τὸ περιεῖναί τε καὶ τὴν ἀρχὴν διασώσασθαι.
但如果我们能在战争中克敌制胜,那么生前我们固然能在诸般福祉中度日,而在体面地终结此生之后,富庶康宁亦将留给我们的妇孺,汪达尔人之名号也将得以存续并保有王业。
εἰ γάρ τισι καὶ ἄλλοις πώποτε ὑπὲρ τῶν ὅλων τετύχηκεν ἀγωνίζεσθαι, καὶ αὐτοὶ νῦν μάλιστα πάντων γινώσκομεν ὡς τὰς ὑπὲρ ἁπάντων ἐλπίδας ἐφ’ ἡμῖν αὐτοῖς φέροντες ἐς τὴν παράταξιν καθιστάμεθα.
倘若世上曾有任何人为了生死存亡的全局而搏杀,那么如今我们比所有人更加深切地知晓,我们正是将维系全局的希望系于自身而列阵迎敌的。
οὐκ ἐπὶ τοῖς σώμασι τοίνυν τοῖς ἡμετέροις ὁ φόβος οὐδ’ ἐπὶ τῷ θνήσκειν ὁ κίνδυνος, ἀλλ’ ὥστε μὴ τῶν πολεμίων ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τὸ τεθνάναι ξυνοίσει.
因此,我们所惧怕的绝非自身的肉躯,危难亦非在于阵亡,而是在于败于敌手;因为对痛失胜利的人而言,死亡反倒是解脱。
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, μαλακιζέσθω Βανδίλων μηδείς, ἀλλὰ τῷ μὲν φρονήματι προϊέσθω τὸ σῶμα, αἰσχύνῃ δὲ τῶν μετὰ τὴν ἧτταν κακῶν ζηλούτω τὴν τοῦ βίου καταστροφήν.
既是情势如此,汪达尔人中便不可有任何一人示弱,而当凭其豪气捐弃肉身,因耻于承受战败后的灾难而欣然求取生命的终局。”
- 4.2.3ἐπειδὰν ὁποτέρας στρατιᾶς τὰ πράγματα πονηρὰ εἴη
在过去时主动词 ἔδοξεν 所统领的间接引语中,连词 ἐπειδάν 之后原本应接虚拟法,此处转用希求法 εἴη(间接引语希求法),表示“无论哪一方的军队战局陷入困境之时”。
- 4.2.9ὥστε κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὸν εἶναι βιοῦν
在 ὥστε 引导的结果从句中,不定式 δυνατὸν εἶναι 带有与隐含的与格逻辑主语一致的分词 ἐθελοκακήσασι 和 προεμένοις。κἄν 为 καὶ ἄν 的缩合,赋予其潜在或假设的让步语气(“即使故意怯战并放弃这些东西”)。
- 4.2.10τελευτῶντες μὲν κυρίους αὐτοὺς καταλείψομεν ... περιοῦσι δὲ ἡμῖν προσέσται
在 μὲν ... δέ 的对照结构中,前半句使用了主格复数环境分词 τελευτῶντες(“若我们阵亡”)作主语从属修饰,后半句则随动词 προσέσται 转换为与格结构 περιοῦσι ... ἡμῖν(“若我们幸存,则降临于我们身上的将是……”),形成条件对称。
