← 普罗科皮乌斯

战史

§4.1.13-4.1.25

决战前贝利撒留对全军的演说

贝利撒留向全军发表演说,阐明本次保全战果之役比此前更为攸关存亡,并指出敌军已丧失士气,督促将士把握战机、决胜战场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.13

“Παραίνεσιν μέν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δι’ αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι.

“罗马将士们,我不知道有何必要对你们加以劝勉,因为你们不久前才大败敌军,以致如今这迦太基和整个利比亚皆已成了你们勇毅的战利品;正因如此,你们绝无需任何激励勇气的规劝。盖因得胜之人的心志,历来是最不可能衰减的。

§4.1.14

ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἀπὸ καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ μάχη.

但我以为,单单向你们提醒这一点绝非不合时宜:若你们在眼下表现得一如既往地英勇,不辱没自身,那么汪达尔人的希望与你们的战事,便会在转瞬之间同告终结。

§4.1.15

ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν διαλογιζέσθω μηδείς.

因此,你们自当怀着最大的热忱投入这场交锋;因为那即将停歇、正走向终结的劳苦,对人而言从来都是惬意的。所以,你们当中切莫有人去计较汪达尔人众多的兵员。

§4.1.16

οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις αἰδώς.

因为战争向来不是取决于人众的多寡或体格的魁梧,而是取决于心灵的德性。且让世人之中最强大之物——对自身行径的耻辱感——进入你们心中。

§4.1.17

αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι1 καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα.2

盖对明理之士而言,逊色于过去的自己、被视作有负于自身的勇毅,乃是莫大的耻辱。至于敌人,我深知恐惧与对灾祸的记忆已将他们笼罩,迫使他们变得更加怯懦;前者因往事而令其生畏,后者则驱散了其克敌制胜的希望。

§4.1.18

τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω. ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δέ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν.

因为一俟目睹险恶的命运,遭其卷入者之心志便立告屈服。至于为何我们如今的交战所争者较以往更为重大,我将向你们明言: 盖在先前的战斗中,即便战局对我们不利,其险情亦不过在于未能夺得他人的产业;然而如今,我们若不能在搏杀中取胜,便将丧失自家的产业。

§4.1.20

ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις ὁ φόβος.

因此,两手空空较之被剥夺已有之物要轻松多少,如今在这些最攸关存亡之事上的畏惧便比以往更甚多少。

§4.1.21

καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν3 ἐλπίδα ἔχω.

况且先前即便步兵掉队滞后,我们尚且侥幸夺得了胜利;而如今,蒙神明垂恩,且率领全军投入交战,我满怀希望必能将敌营及其兵卒一举荡平。

§4.1.22

πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε.

既然战事的终局已是唾手可得,切勿因一时疏忽而将其推延至异日,免得机缘错失之后又不得不苦苦追寻。

§4.1.23

ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται.

盖战事之机运一旦延宕,其推移本就不易如当前这般顺遂,若再因主持战事者之意图而拖延日久,则尤甚。

§4.1.24

τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσί, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται.

因为对弃置现有顺境之人,神明向来是要降罪的。若有人以为,敌人眼见其子女、妻室以及至宝尽落我等之手,便会不顾常理地逞强行险,冒死做出超出其现有实力的抵抗,此人实未看透事理。

§4.1.25

θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι· ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.”

盖因至亲至宝而在心灵中滋生的过激忿怒,向来只会摧折现存的气力,使其无法善处眼前的局势。诸君既已明察这所有一切,自当怀着万分蔑视昂首迎击敌军。”

语法注3 条
  1. 4.1.17τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι

    动词 ἡσσᾶσθαι(逊色于、败给)支配比较属格。此处接反身代词属格 σφῶν αὐτῶν,表示“逊色于先前的自我”或“有负于自身以往的水准”。

  2. 4.1.17ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα

    这两个主格阴性单数分词短语与复合主语 ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι 构成部分同位语(分配性同位语),分别承接并说明“恐惧”与“对灾祸的记忆”各自所起的作用。

  3. 4.1.21αὐτοῖς ἀνδράσιν

    不带介词的与格搭配 αὐτός,构成古典希腊语表达伴随状态的习惯用法(伴随与格,dativus comitativus),意为“连同其人丁一并 / 营地及其兵卒全数”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.1.13-4.1.25