← 普罗科皮乌斯

战史

§4.19.1-4.19.16

所罗门重掌利比亚与征讨奥拉西翁山

查士丁尼皇帝召回革耳马努斯,并在其统治第十三年重新任命所罗门全权经略利比亚,所罗门随即重整军政、繁荣地方。其后,所罗门发兵征讨奥拉西翁山的摩尔人,着手救援陷入重围并遭摩尔人决水困住的先锋贡塔里斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19.1

Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν·1 στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ Ἰωάννην τὸν Σισινιόλου υἱόν.

皇帝召回革耳马努斯以及绪玛科斯和多姆尼库斯,在他独揽统治大权的第十三年,再次将利比亚的一切事务托付给所罗门;皇帝不仅为他配备了一支军队,还派去了包括法勒斯马涅斯之子扎乌纳斯的儿子鲁菲努斯和莱昂提乌斯,以及西西尼奥卢斯之子约翰在内的其他将领。

§4.19.2

Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι ἦλθον.

因为马提努斯和瓦勒里安此前已经应召前往拜占庭。

§4.19.3

Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίως τε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶν τε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔς τε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης. πόλιν τε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα διεσώσατο.

所罗门航抵迦太基,在摆脱了斯托察斯的叛乱后,既温和治邦,又安全保卫着利比亚;他整顿军队,若在其中发现任何可疑之人,便将他们送往拜占庭或贝利萨留处,同时征募新兵以补足缺额,并将残留的汪达尔人、尤其是他们的所有妇女全部驱逐出整个利比亚。他还为每座城市筑起城墙,极严谨地恪守法律,竭尽所能维护了国家体制。

§4.19.4

καὶ ἐγένετο Λιβύη ἐπ’ ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων.

利比亚在他的统治下,不仅财政税收充盈,各方面亦欣欣向荣。

§4.19.5

Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις ἐστράτευε.

当一切事务都为他安排妥当之后,他再次出征讨伐尧达斯以及奥拉西翁山脉的摩尔人。

§4.19.6

καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἔπεμψεν.

起初,他派遣手下一名精于战事的近卫兵贡塔里斯率军前往。

§4.19.7

ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον.

此人抵达阿比加斯河,在荒废之城巴盖周围扎营。

§4.19.8

ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων προσεδρείᾳ ἐπιέζετο ἤδη.

他在那里与敌人短兵相接,但在战斗中被击败,退入栅栏筑成的营垒后,已然遭到摩尔人围困的严重压迫。

§4.19.9

ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα τοῦ στρατοπέδου ἀπεῖχεν οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι τοῖς πολεμίοις.

随后,所罗门亲自率全军抵达,当进抵距贡塔里斯所统率之营寨六十斯塔德之处时,便扎下营盘驻留于此;在获悉贡塔里斯一行遭遇的一切后,他向他们派出了一支部队,并命令他们重振士气,与敌人殊死搏斗。

§4.19.10

οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε. Ἀβίγας ὁ ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις ᾖ τοῖς ταύτῃ ἀνθρώποις.2

然而,正如前文所述,在交战中占据优势的摩尔人采取了如下行动。阿比加斯河发源于奥拉西翁山,流入平原后,完全按照当地人的意愿灌溉土地。

§4.19.12

περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ ὁ Ἀβίγας σχιζόμενός τε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν διαφαίνεται, ξυνάγων τὸ ῥεῦμα. τοῦτό τε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι3 τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε ὅ τι βούλοιντο χρῆσθαι.

因为当地居民会将这股水流引向他们认为眼下对自己有利的任何地方,毕竟在这片平原上有许多沟渠,阿比加斯河分流入所有这些水沟,流经地下,随后又汇拢水流重现于地上。 由于这种现象发生在这片平原的大部分区域,当地居民便能凭借以土填塞裂隙或重新疏通裂隙,随心所欲地利用这条河流的水资源。

§4.19.14

τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.

于是当时摩尔人堵塞了那里的所有水渠,放任整股水流环绕罗马人的营盘奔流。

§4.19.15

ἀφ’ οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέ τε αὐτοὺς ὅτι μάλιστα καὶ ἐς ἀπορίαν κατέστησε.

由此形成的深沉而无法通行的泥潭,令他们极度惊骇,陷入一筹莫展的绝境。

§4.19.16

ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄρας τε Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε.

所罗门闻讯后火速进军。蛮族心生畏惧,退往奥拉西翁山的山脚下。他们在被称为巴博西斯的地方扎营驻留。所罗门亦率全军拔营赶往那里。

语法注3 条
  1. 4.19.1τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν

    宾格短语 τρισκαιδέκατον ἔτος 表示时间(“在第十三年”),与分词短语 τὴν αὐτοκράτορα ἔχων ἀρχήν(“掌握专制统治大权”)连用,修饰主句主语 βασιλεύς(查士丁尼皇帝)。

  2. 4.19.11ὅπως ἂν βουλομένοις ᾖ τοῖς ταύτῃ ἀνθρώποις

    此为与格分词与连系动词连用的惯用句式(βουλομένῳ μοί ἐστι,意为“正如我所愿”),在此处于 ὅπως ἄν 引导的方式从句中接虚拟式 ᾖ,意为“按照此地人们的意愿”。

  3. 4.19.13ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς ἢ αὖθις αὐτοὺς ἀποκαλύψασι

    句子主干为 τοῦτο ... ἐν ἐξουσίᾳ ... τίθεται εἶναι [χρῆσθαι](“这使得……使用成为可能”)。与格分词 ἐπιβύσασι 与 ἀποκαλύψασι 与间接宾语与格 τοῖς ταύτῃ ᾠκημένοις 一致,表示行使该权力的手段或条件(“通过用土填塞裂缝或重新疏通它们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.19.1-4.19.16