← 普罗科皮乌斯

战史

§4.18.1-4.18.18

马克西米努斯的阴谋与革耳马努斯的平叛

马克西米努斯煽动士兵图谋叛乱,革耳马努斯将其收编为近卫以安抚并秘密监视,在叛军于赛马场完全集结前先发制人将其击溃,并将马克西米努斯处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18.1

Ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα.

在卡帕多细亚人狄奥多罗斯的近卫军中有一人,名叫马克西米努斯,极为阴险邪恶。

§4.18.2

οὗτος ὁ Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων, τυραννίδι ἐπιθέσθαι διενοεῖτο. ἔτι τε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοις τε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγονότι καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων.

这名马克西米努斯使大部分士兵与他立誓同谋反抗国家,企图夺取僭主之位。由于他极力拉拢更多的人入伙,便将这一密谋告诉了其他人,尤其是来自巴勒斯坦、出身名门且为狄奥多罗斯最亲近密友的阿斯克勒庇阿得斯。

§4.18.4

ὁ γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει.

阿斯克勒庇阿得斯遂与狄奥多罗斯商议后,立即将全盘计划报告给革耳马努斯。

§4.18.5

καὶ ὅς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον ἢ τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν τῆς ἐς τὴν πολιτείαν εὐνοίας.

革耳马努斯不愿在局势尚未平定之际再引发另一场骚乱,便决定宁用笼络而非惩罚来制服此人,并以誓言约束他对国家的忠诚。

§4.18.6

ὂν τοίνυν εἰθισμένον1 ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόν τε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆς τε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν.

既然自古以来罗马人普遍依循这一惯例,即任何人若不先立下极其严正的誓言、就其对长官本人及罗马皇帝的忠诚提供信约,就不得担任任何长官的近卫兵,革耳马努斯便召来马克西米努斯,称赞他的勇敢,并命令他从此担任自己的近卫兵。

§4.18.7

ὁ δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃ τε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόν τε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τά τε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρατύνασθαι.

马克西米努斯因受到如此过分的殊荣而狂喜,又忖度以这种方式谋反将会更加顺利,便接受了誓言;从此编入革耳马努斯的近卫军后,他随即认为应当无视所立之誓,反而更加强化夺取僭主之位的准备。

§4.18.8

Ἡ μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ ὁ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις ὁ Μαξιμῖνος.

此时城中正在举城欢度某一节日,马克西米努斯的许多党羽按照预先的约定,在午餐时分来到宫殿;当时革耳马努斯正在宴请亲信,而马克西米努斯正与其他近卫兵一同侍立在宴席旁。

§4.18.9

προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν.

饮宴进行中,有人进来向革耳马努斯报告,称有许多士兵毫无秩序地站在前院门前,抱怨国库拖欠了他们长期的薪饷。

§4.18.10

καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους.

革耳马努斯便命令近卫兵中最忠诚者秘密监视马克西米努斯,尽量不让他觉察到正在发生的事情。

§4.18.11

οἱ μὲν οὖν στασιῶται ξύν τε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵ τε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων ἐνταῦθα ξυνέρρεον.

于是叛乱者在恐吓与骚乱中奔向赛马场,而参与密谋者也逐渐从各处住处聚集涌向那里。

§4.18.12

καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν τὴν δύναμιν εὐπετῶς ἔσχε·2 νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷ τε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας ἐπ’ αὐτοὺς ἔπεμψεν.

假若他们恰好全部聚集在一处,我想任何人都不容易摧毁他们的势力;然而实际上,革耳马努斯抢占了先机,趁大多数人群尚未赶到之时,立刻派遣所有忠于自己和皇帝的人前去攻击他们。

§4.18.14

οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγέν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ’ αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάν τε ῥᾳδίως τῇ μάχῃ καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.

这些人与始料未及的叛乱者短兵相接。叛乱者身边既没有马克西米努斯——他们本期待他来带领自己共赴危难——也没有见到他们预想聚集的广大群众,反而目睹战友出人意料地与自己交战,因而陷入沮丧,在战斗中轻易溃败,毫无秩序地仓皇逃窜。

§4.18.15

καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερμανὸν ζωγρήσαντες ἦγον.

他们的对手杀死了其中的许多人,并生擒许多人押送至革耳马努斯面前。

§4.18.16

ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης.

至于那些未及赶到赛马场的人,则完全没有暴露出支持马克西米努斯的意向。

§4.18.17

Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν ἤσκητο.3

革耳马努斯认为无须再对这些人进行追查,而只是查问马克西米努斯是否在宣誓之后仍继续策划阴谋。

§4.18.18

ἐληλεγμένον τε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτω τε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἡ ἐπιβουλὴ ἐτελεύτησεν ὧδε.

当查证他在编入〔革耳马努斯〕的近卫军后反而变本加厉地策动袭击时,革耳马努斯便在靠近迦太基城墙之处将他处以刺刑,从而得以彻底粉碎了这场叛乱。马克西米努斯的阴谋便如此告终。

语法注3 条
  1. 4.18.6ὂν τοίνυν εἰθισμένον

    非人称动词的中性绝对宾格结构(accusative absolute)。ὂν εἰθισμένον 意为“由于……是惯例”,其后的带不定词的宾格结构 μηδένα δορυφόρον ... καθίστασθαι 作其逻辑主语。

  2. 4.18.12οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν τὴν δύναμιν εὐπετῶς ἔσχε

    动词不定过去时 ἔσχε 搭配不定词 καταλύειν 表示能力(“能够消除/摧毁”),与小词 ἄν 结合构成与过去事实相反的虚拟语气主句(“任何人大概都无法轻易摧毁”)。

  3. 4.18.17ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν ἤσκητο

    连词 εἰ 引导间接疑问句,依赖于动词 ἀνεπυνθάνετο。被动态动词 ἤσκητο 搭配与格 Μαξιμίνῳ 作为行为主体与格(dative of agent),意为“在马克西米努斯宣誓之后,谋反之事是否仍被他推进”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.18.1-4.18.18