← 普罗科皮乌斯

战史

§4.17.18-4.17.35

日耳曼努斯击溃叛军与斯托察斯败逃

日耳曼努斯身先士卒击溃叛军,在混战中依靠暗号辨别敌我并攻占敌营。斯托察斯虽企图依附摩尔人反扑,但部众尽数降顺,其本人只得逃亡毛里塔尼亚,叛乱遂告平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17.18

ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο. ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ’ αὐτὸν στασιώτας ἐτρέψατο καὶ δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε.

此时步兵已开始弃阵。就在这时,日耳曼努斯亲自拔剑,激励该处全军奋起投入这一行动,历经殊死搏斗击溃了当面的叛军,并全速向斯托察斯奔袭而去。

§4.17.19

τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ’ ἑτέρων καταλαμβανόμενοι ἔθνησκον.

在此处,伊尔迪格与西奥多部下的人马亦加入协助,双方遂彻底混杂在一起,以致部分叛军在追击某些敌兵时,反被另一批敌人自后追上诛杀。

§4.17.20

τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανόν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον.

随着混乱愈演愈烈,日耳曼努斯身边的部众自后方杀来,施加更猛烈的压迫,而叛军陷入巨大的恐慌之中,已无心恋战。

§4.17.21

ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες.

然而双方在自己人之间或彼此之间都无法分辨;盖因所有人皆操同一种语言,执同样的武器装备,在容貌、服饰或其他任何方面都毫无二致。

§4.17.22

διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη· ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα1 εὐθὺς ἔκτεινον.

因此,遵照日耳曼努斯的决断,皇帝的将士只要抓获任何人,便查问其究竟是谁;接着,若有人声称是日耳曼努斯的士兵,他们便命其说出日耳曼努斯的暗号,凡完全无法说出者便立遭诛杀。

§4.17.23

ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ’ αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ’ ἕτερον ἵππον.

在这场激战中,敌方一人暗中杀死了日耳曼努斯的坐骑,日耳曼努斯本人跌落尘埃,陷入险境,幸得其侍卫迅速将他救下,在四周掩护并将他扶上另一匹战马。

§4.17.24

Ὁ μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ’ αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρατοπέδου ἐχώρησεν.

斯托察斯遂在这场骚乱中得以率少数人逃脱。而日耳曼努斯鼓动左右,径直向敌军营垒杀去。

§4.17.25

ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο.

在那里,受命留守栅栏防御的叛军迎上前去迎战。

§4.17.26

μάχης τε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παρ’ ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι,2 πέμψας δὲ ὁ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ’ ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου ἐκέλευεν.

营门附近爆发了激烈的交战,叛军几乎就要击退敌军,但日耳曼努斯派遣了若干随从,命他们从营垒的另一侧尝试进攻。

§4.17.27

οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο.

由于彼处无人防守,这些人未费多少力气便攻入了栅栏之内。

§4.17.28

οἵ τε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον.

叛军一见他们便仓皇溃逃,日耳曼努斯遂率其余全军冲入敌营。

§4.17.29

ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι οὔτε τοῦ στρατηγοῦ ἐγκελευομένου ἔτι κατήκουον, παρόντων χρημάτων διὸ δὴ ὁ Γερμανός, δείσας μὴ ξυμφρονήσαντες οἱ πολέμιοι ἐπ’ αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλίγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλά τε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν.

此时将士们唾手尽掠财物,既不再把敌军放在心上,在财宝当前之际,亦不再遵从主将的号令。因此日耳曼努斯深恐敌军合兵回扑,遂亲自率少数人扼守栅栏大门,连连哀叹,并力劝那些根本充耳不闻的人维持军纪。

§4.17.31

τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούς τε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν ἡσσημένων στρατόπεδον.

至于摩尔人,眼见溃败已成此等定局,其中许多人已在追杀叛军,并将自己编入皇帝军中,一同抢掠败者的营寨。

§4.17.32

Στότζας δέ, κατ’ ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀναμαχούμενος παρ’ αὐτοὺς ἤλαυνεν.

斯托察斯起初寄望于摩尔大军,因而策马奔向他们,意欲重整旗鼓再战。

§4.17.33

αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις ἴσχυσεν.

但他一旦察知实情,仅得以率百人勉强脱身。

§4.17.34

αὖθις δὲ ἀμφ’ αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον,3 Γερμανῷ ἅπαντες προσεχώρησαν.

后来又有许多人聚集在他周围,企图与敌军近身搏杀,但毫不亚于〔先前〕、甚至更甚地遭到击退后,所有人便都归顺了日耳曼努斯。

§4.17.35

μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.

唯有斯托察斯带着少数汪达尔人退往毛里塔尼亚人之地,娶了当地一位首领之女为妻并留居彼处。这场叛乱便以此告终。

语法注3 条
  1. 4.17.22τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα

    动词 ἔχω 后接不定式,在此表示能力(“能够……”)。该分词短语作 ἔκτεινον 的宾语,意为“凡完全无法说出此暗号者”。

  2. 4.17.26παρ’ ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι

    短语 παρ' ὀλίγον ἦλθον 后接不定式是表示“几乎……”、“差一点就……”的固定表达,生动刻画了叛军几乎成功击退敌方的危急战况。

  3. 4.17.34εἰ μὴ καὶ μᾶλλον

    紧接于否定比较(οὐδέν τι ἧσσον)之后的惯用省略结构,意为“即便不算更多”、“甚至更甚”。强调他们遭到击退的程度比先前有过之而无不及。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.17.18-4.17.35