- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.17.1-4.17.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯托察斯率叛军退守努米底亚的斯卡莱·维特雷斯,日耳曼努斯挥师追及并以辎重大车和步骑兵布阵;斯托察斯听从赫鲁利人之策突袭罗马军右翼的约翰部,将其击溃。
Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τὰ τῆς λείας χρήματα ἦσαν.
于是有那么一段时间,双方彼此对峙驻守。但其后叛军见事情丝毫未如斯托察斯所预言的那样进展,深感希望意外落空而心生恐惧,遂解散阵形后撤,退往努米底亚,因他们的妻室和劫掠所得的财物皆在此处。
ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος.
不久,日耳曼努斯亦率全军抵达彼处,各项准备皆尽善尽美,军中更携有大批辎重大车。
καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο τρόπῳ τοιῷδε.
他在罗马人称为斯卡莱·维特雷斯的地方追及敌军,按如下方式部署阵线。
τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ’ αὐτὰς1 ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι μᾶλλον.
他将辎重大车朝正面横排成一线,并将所有步兵沿其部署,由多姆尼库斯统领,以便使他们后方安全,倍增勇气。
τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους τρεῖς μάλιστα ἔστησε.
至于骑兵,他自己在步兵左侧统辖精锐之士以及随他自拜占庭而来的部众,其余所有骑兵则不作统一编排,而是大致分为三个大队部署于右翼。
καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελφός, τέταρτος αὐτός.2 οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο.
其中伊尔迪格统领一队,卡帕多西亚人西奥多统领另一队,余下的一队规模更大,由帕普斯之弟约翰与其部下另三人共同统领。罗马人便如此完成布阵。
Οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι.
叛军与他们相对而立,然而并未整肃成阵,而是近乎蛮族式地散乱分布。
εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαί, ὧν ἄλλοι τε πολλοὶ καὶ Ἰαύδας καὶ Ὀρταΐας ἦρχον.
紧随他们身后不远处有数以万计的摩尔人,由亚乌达斯和奥尔泰亚斯等诸多首领率领。
οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ ἐπὶ τοὺς πολεμίους τετάξεσθαι.
然而摩尔人并非全皆效忠于斯托察斯一伙;相反,许多人此前曾遣使晋见日耳曼努斯,相约一旦交锋,便与皇帝的大军一同列阵抗敌。
οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους.
即便如此,日耳曼努斯亦无法完全信任他们,盖因摩尔部族天性对世上所有人都毫无信义可言。
διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ’ ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους ποιήσωνται.
因此摩尔人并未同叛军合兵列阵,而是留在后方坐观其变,以便在战局分晓时与胜者一同追击败军。
Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο.
摩尔人正是抱持这般打算,未与叛军相混,而是在其身后尾随。
Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ’ αὐτὸν ᾔει.
斯托察斯进抵极为接近敌军之处,一见日耳曼努斯的帅旗,便鼓动随从径直向他杀去。
Ἔρουλοι δὲ ὅσοι στασιῶται ἀμφ’ αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν τῶν πολεμίων ἐτάξαντο.
然而编列在他身侧的叛军赫鲁利人不但不肯随从,反而极力予以阻拦,声称他们虽不知日耳曼努斯的战力到底如何,却深知部署于敌军右翼的人马无论如何也抵挡不住他们。
ἢν μὲν οὖν ἐπ’ ἐκείνους χωρήσαιεν,3 αὐτοί τε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκός, συνταράξουσιν· ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ πράγματα.
因此,倘若向彼等人马进击,敌必不能坚守而溃逃,从而如常理那般使其余军队陷入骚乱;但若自身被日耳曼努斯击退而溃败,自身所有的大局便会立遭覆灭。
τούτοις ὁ Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπί τε Ἰωάννην καὶ τοὺς ξὺν αὐτῷ τεταγμένους ᾔει.
斯托察斯被这番话打动,遂听凭其余部众迎战日耳曼努斯周围的兵马,自己则率精锐直扑约翰及其统辖的部众。
οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον,
而约翰等人抵挡不住,全无章法地望风溃逃。叛军立刻夺取了他们的全部军旗,竭尽全力追赶逃兵,更有部分叛兵向着步兵阵列疾驰冲杀。
- 4.17.4κατ’ αὐτὰς
介词 κατά 接宾格代词 αὐτάς(先行词为 τὰς ἁμάξας),表示空间排列关系(“沿着大车”或“在大车前方列阵”)。紧随其后的“使他们后方安全”(τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες)确证了步兵是以车阵为后方防壁而在其前方列队。
- 4.17.6τέταρτος αὐτός
序数词搭配代词 αὐτός 的惯用句式,意为“与其同伴共若干人”或“自己作为若干人之一”。此处表示约翰与其麾下另外三名将领(即共四名指挥官)一同统领规模最大的骑兵分队。
- 4.17.15ἢν μὲν οὖν ἐπ’ ἐκείνους χωρήσαιεν
连词 ἤν 后接祈愿语气动词 χωρήσαιεν 的非常规条件句。通常 ἤν 引导假设语气,此处因处于转述引语(间接话语)的语境中,故采用斜格祈愿语气来传达赫鲁利人的推演;而在与之对照的从句(ἢν δέ γε ... τρέψηται)中则恢复为假设语气。
