- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.16.13-4.16.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
日耳曼努斯敦促将士们感念皇帝宽宥之恩,在战场上以立功赎洗往昔之叛乱,并公开宣布愿投敌者可悉听尊便,全军闻言皆争先恐后宣誓效忠。
ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων πράγματα νῦν ἐφ’ ὑμῖν κεῖσθαι.
正是皇帝将你们这等怀揣皮囊、身着一袭单衣从乡间来归之人召集于拜占庭,使你们身居高位,以致如今罗马之国运皆维系于你们。
ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παρ’ ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, ξυνεπίστασθε καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παρ’ ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην.
而他不仅备受侮辱,甚至在你们手中遭受了世间最惨痛之事,这一点你们自身想必亦心知肚明。他虽愿你们永志不忘此事,却仍赦免了控告你们的由头,认为你们对他所欠下的唯一债务,不过是对既往所行之事的羞愧。
ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην ἐπανορθοῦν.
因此,受此感召的你们理当重拾忠顺,矫正往昔的昏聩。
μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ.”
因为跌倒之人若能适时悔悟,往往会令受害者对其宽仁;而合乎时宜的效劳,亦常能洗刷忘恩负义之恶名。
“Εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη.
你们还须深知另一点:倘若你们如今对皇帝竭尽忠诚,往昔的一切便不会留下任何记忆。
πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι· ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ’ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται.
因为任何事迹,世人从来皆依其结局予以定论;一旦铸成之过错,纵历万古亦无可挽回,然而一旦由肇事者以更为优良之善行加以匡正,便能赢得体面的沉默,多半会归于遗忘。
καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε.
然而,若你们此刻对这些该诅咒之人存有丝毫懈怠,日后即便为罗马人转战多役,屡次夺得克敌制胜的荣光,亦再不能被视为对皇帝作出了同等的回报。
οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος.
盖因凡在自己铸错之处赢得声誉者,永能获得更为体面的辩解。故而关于皇帝之事,你们每个人当如是考量。
ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τὰ νῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα· μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους παρὰ γνώμην χωρείτω.
至于我,既未曾对你们加诸丝毫恶行,又竭尽全力向你们示以恩惠,如今更置身于此等险境,故而决意向众人提出这唯一要求:任何人切勿违心与我们一同迎战敌军。
ἀλλ’ εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι,1 μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα ἡμᾶς, ἀλλ’ ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω.
但若你们当中有人如今情愿归附彼等阵营,便当毫不迟疑地手持兵刃奔赴敌垒,只要向我们施舍这一恩典即可——那便是决意公开、而非暗中加害于我们。
τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ’ ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίους ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαι γνώμην.”2 Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάν τε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.
盖因正是为此,我不在迦太基城内,而是在两军对峙的中立地带发表此番言说,以便绝不阻拦任何企图投靠敌军之人,使所有人皆能毫无顾虑地表明自己对国家的心迹。”日耳曼努斯言尽于此。罗马军中遂起了一阵大骚动,因人人皆欲争先恐后地向主帅表明自己对皇帝的忠诚,并为此立下至为森严的重誓。
- 4.16.23εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι
与格加上 βουλομένῳ ἐστί 为古典希腊语表达意愿的习惯句式(意为“若某人情愿/愿意”),动名词/分词与格表示倾向。不定式 ξυντάττεσθαι 依附于 βουλομένῳ,说明代词与格 τῳ ὑμῶν(你们中的任何人)所持的意图。
- 4.16.24παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαι γνώμην
παρόν 为无人称动词 πάρεστι(“有可能/被允许”)的绝对对格(accusative absolute),构成表示伴随情况或原因的副词性短语,意为“在所有人皆可……的情况下/既然所有人皆能……”。
