← 普罗科皮乌斯

战史

§4.16.1-4.16.12

日耳曼努斯受任赴利比亚与招抚叛军

查士丁尼皇帝派遣日耳曼努斯前往利比亚,后者通过安抚与补发欠饷等策略争取叛军归顺。斯托特扎斯唯恐部众瓦解,率军逼近迦太基,日耳曼努斯遂引军出城并对将士发表演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16.1

Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν ὀλίγοις τισὶν ἔπεμψε.

皇帝获悉此事后,便派遣其侄子、贵族阶层的日耳曼努斯率少数随从前往利比亚。

§4.16.2

καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη.

元老院议员叙马库斯与多姆尼库斯亦随他同往;前者将出任长官并掌管开支供给,而多姆尼库斯则统领步兵军团。因为原担此重任的约翰此前已染病身故。

§4.16.3

ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὄν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους.

他们乘船抵达迦太基后,日耳曼努斯便清点身边现有的兵士,并查阅书记官登记全体士兵名册的簿册,发现全军的三分之一驻于迦太基及其他各城,而其余所有人皆依附叛魁列阵对抗罗马人。

§4.16.4

μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ’ ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας.1

因此之故,他并未主动挑起战事,而是极力整饬军务。他考虑到留在迦太基的士兵乃是敌军的亲族或同帐袍泽,遂向众人多番发表诱导安抚之言,声称自己奉皇帝之命派赴利比亚,正是为了替受委屈的将士昭雪,并惩办那些加害他们的罪魁祸首。

§4.16.5

ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ’ ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου καθ’ ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν.

叛乱兵士听闻此讯,开始三三两两前来归附。日耳曼努斯在城内亲善地接纳他们,并在立下信誓后对其优礼有加,甚至将他们在荷戈反抗罗马人期间的薪饷悉数补发。

§4.16.6

ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθε, κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενοι ἐς Καρχηδόνα ἐσήλαυνον.

随着有关此事的风声传遍四方,叛兵便开始成群结队地脱离叛乱首领,开赴迦太基。

§4.16.7

καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως2 ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο.

至此,日耳曼努斯确信自己将能以与敌匹敌的力量进行交锋,遂着手整饬决战之诸般事宜。

§4.16.8

Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι.

在此期间,斯托特扎斯已察觉此等颓势,唯恐因更多兵士背叛而致使军力进一步削弱,急于立刻决一死战,更加迅猛地投入战争。

§4.16.9

καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτούς, ἤν που σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών· ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει.

况且他对迦太基城内的士兵倒戈亦存有一线指望,认为倘若自己进抵彼等近前,他们便会毫不费力地前来归顺;他将这一期冀宣示于全体部众,借此极大振奋了士气,急率全军奔袭迦太基。

§4.16.10

γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐξῆγε.

进至距城三十五斯塔德处,他在离海不远处安营扎寨;而日耳曼努斯使全军全副武装,排布成临战阵势,引兵出城。

§4.16.11

καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε·

待全军出城之后——盖因日耳曼努斯早已获悉斯托特扎斯的期冀——他将全军召集在一起,发表讲话如下:

§4.16.12

“Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε3 τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἄν, οἶμαι, τῶν πάντων ἀντείποι·

“战友们,关于皇帝对你们所行之事,你们本无任何正当理由归咎于他,亦无可加以指摘之处,我想世上绝无一人能够对此加以反驳;

语法注3 条
  1. 4.16.4ἐφ’ ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας

    连词 ἐφ' ᾧ 接将来时直陈式(ἀμυνεῖ, κολάσει),表示条件或宗旨(“以……为条件”、“旨在……”)。此处用于规定日耳曼努斯受皇帝派遣所承担的任务与承诺内容。

  2. 4.16.7ἐξ ἀντιπάλου τῆς δυνάμεως

    介词短语 ἐξ ἀντιπάλου τῆς δυνάμεως 用作状语修饰 ἔσεσθαι,意为“凭着均势的军力”或“在力量匹敌的条件下”,表示日耳曼努斯认定此时己方已具备与敌对等的兵力来进行决战。

  3. 4.16.12Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε

    在由 ὡς 引导的宾语从句中,助词 ἄν 与将来时直陈式(μέμψεσθε, αἰτιάσεσθε)搭配,表达潜在或委婉语气(“绝不可能正当地归咎”)。整个 ὡς 从句作为句末主句 οὐδεὶς ἄν, οἶμαι, τῶν πάντων ἀντείποι(“我想世人绝无一人能对此反驳”)的陈述对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.16.1-4.16.12