- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.15.40-4.15.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯托特扎斯叛军因回避逆风而破坏阵形,贝利撒留乘机破敌,随后因西西里兵变而离去。斯托特扎斯退至努米底亚,说服前去讨伐的帝国官兵倒戈投诚,并在俘获退避神庙的统领们后违背信誓将其悉数处决。
Ἰόντων δὲ ἐς τὴν ξυμβολὴν τῶν στρατοπέδων πνεῦμα σκληρόν τε καὶ δεινῶς λυπηρὸν κατ’ ὄψιν ἐς τοὺς Στότζα στασιώτας ἐνέπεσε.
当两军正上前交锋之际,一阵猛烈而极为恶劣的狂风迎面扑向斯托特扎斯的叛乱士兵。
διὸ δὴ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι τὴν μάχην αὐτόθι ποιήσασθαι, δεδιότες μὴ τὸ πνεῦμα ὑπερβιαζόμενον τὰ μὲν τῶν πολεμίων βέλη ἐπὶ σφᾶς ἰθύνοι, βελῶν δὲ τῶν σφετέρων ἡ ῥύμη ὡς μάλιστα ἀναστέλλοιτο.
因此他们认为在此地交锋对己不利,担心狂风过于强劲,会将敌人的飞矢径直引向他们,而己方飞矢的威势则会受到极大的阻遏。
ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν,1 λογιζόμενοι ὡς ἢν καὶ οἱ πολέμιοι, ὡς τὸ εἰκός, μεταβάλλοιντο, ὅπως δὴ μὴ ὄπισθεν ὑπὸ σφῶν ἐνοχλοῖντο, κατὰ πρόσωπον αὐτοῖς τὸ πνεῦμα ἔσται.
于是他们起营斜向行军,思忖着如果敌人也正如常理所料而转换朝向以防后方受到他们的袭扰,那么狂风便会迎面扑向敌人。
Βελισάριος δέ, ἐπεὶ αὐτοὺς εἶδε τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιιόντας, αὐτίκα δὴ ἐκέλευε τῶν χειρῶν ἄρχειν.
然而贝利撒留一见他们弃置阵列、毫无秩序地迂回移动,便立刻下令发起进攻。
οἱ δὲ ἀμφὶ Στότζαν ἐς ταραχὴν ἐκ τοῦ ἀπροσδοκήτου καταστάντες ξὺν ἀταξίᾳ πολλῇ, ὡς ἕκαστός πη ἐδύνατο, ἐς φυγὴν ὥρμηντο, ἐς Νουμιδίαν τε ἀφικόμενοι συνελέγοντο αὖθις.
斯托特扎斯一党因突遭变故陷入混乱,毫无军纪地各自竭力奔逃,抵至努米底亚后方才再度集结。
ὀλίγοι μέντοι αὐτῶν ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Βανδίλοι ἦσαν.
不过在这次战事中阵亡的叛军并不多,且死者大半都是汪达尔人。
δίωξιν γὰρ Βελισάριος ἥκιστα ἐς αὐτοὺς ἐποιήσατο, ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται.2
盖因贝利撒留根本没有对其展开追击,因为在他看来,己方兵力本就极为寡少,敌人目前既已被击败而退避,便已足够。
τοῖς δὲ στρατιώταις ἐδίδου τὸ χαράκωμα τῶν ἐναντίων διαρπάσασθαι, αἱροῦσί τε αὐτὸ ἔρημον ἀνδρῶν. ἐνταῦθα εὕρηνται πολλὰ μὲν χρήματα, πολλαὶ δὲ γυναῖκες, ὧν δὴ ἕνεκα ὁ πόλεμος κατέστη ὅδε. ταῦτα Βελισάριος διαπεπραγμένος ἐς Καρχηδόνα ἀπήλαυνε.
他允许士兵们掠夺敌人的营垒,将士们攻占营垒时,见其中早已空无一人。那里发现了大批财物与众多妇女,而这正是这场战争由以引发的缘由。贝利撒留办毕这些事后,便策马返回迦太基。
καί οἵ τις ἐκ Σικελίας ἥκων ἀπήγγελλεν ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, ἢν μὴ αὐτὸς κατὰ τάχος σφίσιν ἐπανήκων τὴν κωλύμην ποιήσηται.
当时有从西西里来的人向他通报,军中突发的哗变行将彻底颠覆局势,除非他本人火速赶回并加以遏制。
καὶ αὐτὸς μὲν τὰ ἐν Λιβύῃ ὅπη ἐδύνατο διαθέμενος καὶ Καρχηδόνα Ἰλδίγερί τε καὶ Θεοδώρῳ παραδοὺς ἐς Σικελίαν ᾔει.
于是他在尽可能妥善安置好利比亚的诸事、并将迦太基交托给伊尔迪格尔与狄奥多洛之后,便动身前往西西里。
Οἱ δὲ ἐν Νουμιδίᾳ Ῥωμαίων ἄρχοντες, ἐπεὶ τοὺς ἀμφὶ Στότζαν ἥκειν τε καὶ ξυλλέγεσθαι ἐνταῦθα ἤκουσαν, παρεσκευάζοντο ἐς παράταξιν, ἦσαν δὲ ἡγεμόνες φοιδεράτων μὲν Μάρκελλός τε καὶ Κύριλλος, καταλόγου δὲ ἱππικοῦ μὲν Βαρβᾶτος, πεζῶν δὲ Τερέντιός τε καὶ Σάραπις. Μαρκέλλῳ μέντοι ἐπήκουον ἅπαντες ἅτε Νουμιδίας τὴν ἀρχὴν ἔχοντι.
而身处努米底亚的罗马将领们得知斯托特扎斯一党已抵达并在此集结,便着手整军备战;同盟军的将领为马耳凯鲁斯与基利洛斯,正规骑兵统领为巴尔巴图斯,步兵统领则为泰伦提乌斯与萨拉皮斯。然而所有人都听命于马耳凯鲁斯,因他执掌努米底亚的总统帅权。
ὃς ἐπεὶ ἐν χωρίῳ Γαζοφύλοις, δυοῖν μάλιστα ἡμέραιν ὁδῷ Κωνσταντίνης ἀπέχοντι, Στότζαν ξὺν ὀλίγοις τισὶν ἤκουσεν εἶναι, προτερῆσαι πρὶν τοὺς στασιώτας ἅπαντας ξυλλεγῆναι βουλόμενος, κατὰ τάχος ἐπ’ αὐτοὺς ἐπῆγε τὸ στράτευμα.
当他听说斯托特扎斯仅带少数部下驻扎在距君士坦丁纳约两日路程的加佐菲拉一地时,意欲在叛乱军全数集结前先发制人,便急率大军向他们进发。
ὡς δὲ τά τε στρατόπεδα ἐγγὺς ἐγεγόνει καὶ ἡ μάχη ἔμελλεν ἐν χερσὶν ἔσεσθαι, μόνος ὁ Στότζας ἐς μέσους τοὺς ἐναντίους ἥκων ἔλεξε τοιάδε·
当两军相距甚近、恶战即将爆发之际,斯托特扎斯单枪匹马步入敌军阵中,陈词如下:
“Ἄνδρες συστρατιῶται, οὐ δίκαια ποιεῖτε ἐπὶ ξυγγενεῖς τε καὶ συντρόφους στρατεύοντες, ἐπ’ ἄνδρας τε ὅπλα αἰρόμενοι οἳ τοῖς κακοῖς τοῖς ὑμετέροις καὶ τοῖς εἰς ὑμᾶς ἀδικήμασιν ἀχθόμενοι βασιλεῖ τε καὶ Ῥωμαίοις πολεμεῖν ἔγνωσαν.
“袍泽们,你们进击血亲与朝夕相处的同侪,向这些为你们所受的灾祸与委屈深感义愤、从而决意与皇帝及罗马人交锋的男儿动武,绝非公道之举。
ἢ οὐ μέμνησθε ὡς ἐστέρησθε μὲν τῶν ἄνωθεν ὑμῖν ὀφειλομένων συντάξεων, ἀφῄρησθε δὲ τῶν πολεμίων τὰ λάφυρα, ἃ τῶν ἐν μάχαις κινδύνων ἆθλα ὁ τοῦ πολέμου τέθεικε νόμος;
难道你们忘却了自己被剥夺了自久以来应得的军饷,被剥夺了敌人的战利品——而那些正是战争的法度为战场凶险所设定的奖赏?
καὶ τοῖς μὲν τῆς νίκης ἀγαθοῖς ἕτεροι τρυφᾶν ἐς τὸν ἅπαντα χρόνον ἠξίουν, ὑμεῖς δὲ ἐν οἰκετῶν ἕπεσθε μοίρᾳ;
而且别人竟自以为理当永远坐享胜利的甜头,而你们却以家奴的身份随从吗?
εἰ μὲν οὖν ἐμοὶ χαλεπαίνετε, πάρεστιν ὑμῖν ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι, τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα·3 εἰ δέ μοι αἰτίαν οὐδεμίαν ἐπενεγκεῖν ἔχετε, ὥρα ὑμῖν ὑπὲρ αὑτῶν ἀνελέσθαι τὰ ὅπλα.” ὁ μὲν οὖν Στότζας τοσαῦτα εἶπεν· οἱ δὲ στρατιῶται τούς τε λόγους ἐνεδέχοντο καὶ αὐτὸν πολλῇ εὐνοίᾳ ἠσπάζοντο.
因此,若你们恼怒于我,大可将怒火倾泄于我这副躯壳之上,而免遭屠戮其余弟兄的罪孽;但若你们无法将任何过错归咎于我,便是为了你们自身而操起兵刃之时了。”斯托特扎斯言尽于此;而士兵们欣然接纳了他的言辞,以极大的善意迎接了他。
κατιδόντες δὲ οἱ ἄρχοντες τὰ γινόμενα σιγῇ τε ὑπεχώρουν καὶ ἐς ἱερὸν ὃ ἐν Γαζοφύλοις ἦν καταφεύγουσι. Στότζας δὲ ἀμφότερα τὰ στρατόπεδα ἐς ἓν ξυλλαβὼν ἐπ’ αὐτοὺς ᾔει. καταλαβών τε ἐν τῷ ἱερῷ καὶ τὰ πιστὰ δοὺς ἅπαντας ἔκτεινε.
将领们见势不妙,悄然撤退,避入加佐菲拉的一座神庙中。斯托特扎斯将两军合而为一,向将领们进发。他在神庙中将他们捕获,在立下信誓之后,却将他们尽数杀绝。
- 4.15.42ἄραντες οὖν ἐγκάρσιοι ᾔεσαν
分词 ἄραντες 为动词 αἴρω 在军事语境下的不及物或绝对用法,意为“拔营”或“起行”。形容词 ἐγκάρσιοι(倾斜的、侧向的)充当谓语性修饰(副词性),修饰动词 ᾔεσαν,表示叛军“斜向行军”。
- 4.15.46ἐπεί οἱ, λίαν τοῦ στρατεύματος βραχέος ὄντος, ἱκανὸν κατεφαίνετο, εἰ σφίσιν οἱ πολέμιοι ἐν τῷ παρόντι νενικημένοι ἐκποδὼν στήσονται
条件句形式的名词性从句 εἰ ... στήσονται 充当无人称表达 ἱκανὸν κατεφαίνετο(“显得足够”)的主语。在表示判断或情绪的动词后,εἰ 从句常表示期待或前提(“只要敌人避开”)。间接反身代词 οἱ(单数与格)指贝利撒留,σφίσιν(复数与格)则指罗马全军。
- 4.15.57τὸ δὲ ἐς τοὺς ἄλλους διαφυγεῖν μίασμα
该不定式短语承接前文的谓语 πάρεστιν ὑμῖν(“你们尽可……”)并与之并列。与前半句 [πάρεστιν ὑμῖν] ἐς τόδε μὲν τὸ σῶμα τῷ θυμῷ χρῆσθαι(对我这具身躯发泄愤怒)形成对照,不定式 διαφυγεῖν 作为并列的主语性不定式,冠词 τὸ 与 μίασμα(杀戮同胞的血污/罪愆)结合构成 τὸ ἐς τοὺς ἄλλους ... μίασμα(超隔语序),充当 διαφυγεῖν 的直接宾语(宾格)。
