← 普罗科皮乌斯

战史

§4.15.20-4.15.39

决战前贝利撒留与斯托特扎斯的演说

贝利撒留发表演说,指出叛军的不义与军纪涣散以提振士气;斯托特扎斯亦激励部下奋勇作战,誓死捍卫来之不易的自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15.20

πολεμίους δὲ καὶ βαρβάρους καὶ ὅ τι ἄν τις εἴποι δεινότερον εἶναι δείκνυσι τοὺς ἐναντίους οὐ Λιβύη μόνον ὑπὸ ταῖς τούτων χερσὶν ἐς λείαν ἐλθοῦσα, οὐδὲ οἱ ταύτην οἰκοῦντες οὐ δέον παρ’ ἐκείνων ἀνῃρημένοι, ἀλλὰ καὶ Ῥωμαίων στρατιωτῶν πλῆθος οὓς οἱ δυσμενεῖς οὗτοι κτείνειν ἐτόλμησαν, μίαν αὐτοῖς αἰτίαν τὴν ἐς τὴν πολιτείαν ἐπικαλέσαντες εὔνοιαν.

指出敌手不仅是敌人与蛮族、甚至堪称世间更为可怕之物者,不仅是落入他们之手而遭劫掠的利比亚,亦不仅是被他们无理杀害的当地住民,更是这些仇敌胆敢杀戮的大批罗马士兵;他们加于兵士们的唯一罪名,便是效忠国家。

§4.15.21

οἷς νῦν τιμωροῦντες1 ἐπ’ αὐτοὺς ἥκομεν, δυσμενεῖς εἰκότως τοῖς πάλαι φιλτάτοις γενόμενοι.

我们如今正是为替他们申冤而进击敌人,理所当然地与往日至亲之人反目成仇。

§4.15.22

φύσει μὲν γὰρ οὐδένες τῶν πάντων ἀνθρώπων οἰκείως ἂν ἢ ἐναντίως ἀλλήλοις ἔχοιεν, αἱ δὲ πράξεις ἑκάστων ἢ τῷ ὁμοτρόπῳ ἐς ξυμμαχίαν ξυνάπτουσαι ἢ τῷ διαλλάσσοντι τῆς γνώμης ἐς τὸ δυσμενὲς διακρίνουσαι φίλους, ἂν οὕτω τύχοι, ἢ πολεμίους ἀλλήλοις ποιοῦσιν.

盖因天地之间本无人天然彼此亲睦或相互敌对,而是各人的行为依性情相合结为盟友,或依志向相左化为仇敌,从而随情势使彼此成为朋友或敌人。

§4.15.23

ὡς μὲν οὖν ἐπ’ ἀνθρώπους ἀνοσίους τε καὶ πολεμίους στρατεύομεν, ἱκανῶς ἔχετε· ὡς δὲ καταφρονεῖσθαί εἰσι παρ’ ἡμῶν ἄξιοι, ἐγὼ δηλώσω.

因此,关于我们征讨的是不敬神明与敌对之人,诸位已心知肚明;至于他们何以理当受我们蔑视,我将予以陈明。

§4.15.24

ὅμιλος γὰρ ἀνθρώπων οὐ νόμῳ συνιόντων ἀλλ’ ἐκ τοῦ ἀδίκου ξυνειλεγμένων ἀνδραγαθίζεσθαι ἥκιστα πέφυκεν, οὐδαμῶς τῆς ἀρετῆς τῷ παρανόμῳ ξυνοικίζεσθαι δυναμένης, ἀλλ’ ἀεὶ τῶν οὐχ ὁσίων ἀφισταμένης.

盖因一帮并非依法律聚拢、而是出于不义而纠集的人群,生来最不擅英勇善战;美德绝无可能与非法共存,而向来远离不义之徒。

§4.15.25

οὐ μὴν οὐδὲ τὴν εὐκοσμίαν φυλάξουσιν οὐδὲ τῶν ὑπὸ Στότζα παραγγελλομένων ἀκούσουσι.

况且,他们既不会坚守军纪,也不会听从斯托特扎斯发出的号令。

§4.15.26

τυραννίδα γὰρ ἄρτι καθισταμένην καὶ οὔπω τὴν τοῦ θαρσεῖν ἐξουσίαν λαβοῦσαν ὑπερορᾶσθαι πρὸς τῶν ἀρχομένων ἀνάγκη.

因为刚建立不久且尚未获得自信胆魄的僭主政权,必然会被被统治者轻蔑。

§4.15.27

οὔτε γὰρ εὐνοίᾳ τετίμηται, ἐπεὶ μισεῖσθαι ἡ τυραννὶς πέφυκεν, οὔτε φόβῳ ἄγει τοὺς ὑπηκόους· ἀφείλετο γὰρ αὐτῆς τὴν παρρησίαν τὸ δεδιέναι.

盖因其既不蒙受善意尊崇——僭政生来便遭人痛恨——,亦无法以恐惧驱使臣民;心中的恐惧早已剥夺了其发号施令的底气。

§4.15.28

ἀρετῆς δὲ καὶ εὐκοσμίας ἀπολελειμμένων τῶν πολεμίων ἡσσᾶσθαι πρόχειρον. πολλῷ τοίνυν, ὅπερ εἶπον, τῷ καταφρονήματι ἐπὶ τούσδε ἡμᾶς τοὺς πολεμίους ἰέναι προσήκει.

而当敌人缺乏美德与军纪时,其溃败自是易如反掌。因此,正如我所言,我们理当带着极大的蔑视迎战这些敌人。

§4.15.29

οὐ γὰρ τῷ πλήθει τῶν μαχομένων, ἀλλὰ τάξει τε καὶ ἀνδρίᾳ φιλεῖ διαμετρεῖσθαι τὸ τοῦ πολέμου κράτος.”

盖因战阵之胜势,向来不是依交战者的寡众,而是依阵列与勇武来衡量的。”

§4.15.30

Βελισάριος μὲν τοσαῦτα εἶπε. Στότζας δὲ παρεκελεύσατο ὧδε· “Ἄνδρες οἳ ξὺν ἐμοὶ τῆς ἐς Ῥωμαίους δουλείας ἔξω γεγένησθε, μηδεὶς ὑμῶν ὑπὲρ τῆς ἐλευθερίας ἀπαξιούτω θνήσκειν, ἧς ἀνδρίᾳ τε καὶ τῇ ἄλλῃ ἀρετῇ τετυχήκατε.

贝利撒留此言已毕。而斯托特扎斯则这般激励部下道:“与我一同脱离罗马人奴役的健儿们,你们以英勇与其他美德换取了自由,决不可有人不愿为自由而捐躯。

§4.15.31

οὐ γὰρ οὕτω δεινὸν τὸ τοῖς κακοῖς ξυγγηράσκοντα τελευτῆσαι τὸν βίον ὡς μετὰ τὴν τῶν δυσκόλων ἐλευθερίαν αὖθις ἐς αὐτὰ ἐπανήκειν.

盖因与苦难相伴终老而了结残生,远不如在脱离险阻之后重蹈覆辙那般可怖。

§4.15.32

ὁ γὰρ ἐν μέσῳ χρόνος τῆς ἀπαλλαγῆς γεύσας χαλεπωτέραν, ὥς γε τὸ εἰκός, τὴν συμφορὰν ἀπεργάζεται.

盖因中间这一段尝过解脱滋味的时光,理所当然地会令灾厄变得更加难熬。

§4.15.33

τούτων δὲ τοιούτων ὄντων ἐπάναγκες ὑμᾶς ἀναμνησθῆναι μὲν ὡς Βανδίλους τε καὶ Μαυρουσίους νενικηκότες αὐτοὶ μὲν τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων,2 κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται πάντων.

既是如此,你们便必须记起:你们虽曾击败汪达尔人与毛利人,自身却仅仅饱尝了战火中的辛劳,而全部战利品的主人却成了别人。

§4.15.34

ἐκλογίζεσθε δὲ ὡς στρατιώταις οὖσιν ὑμῖν τὸν πάντα αἰῶνα ὁμιλεῖν τοῖς τοῦ πολέμου κινδύνοις ἀνάγκη, ἢ ὑπὲρ τῶν βασιλέως πραγμάτων, ἤν γε αὖθις ἐκείνῳ δουλεύητε, ἢ ὑπὲρ ὑμῶν αὐτῶν, ἢν τὴν ἐλευθερίαν διασώζητε ταύτην.

你们当思忖:身为军士,终其一生注定要与战争的凶险为伍,若再度服从皇帝,便是为他的国事卖命;若捍卫这一自由,便是为你们自己流血。

§4.15.35

ὁπότερον δὲ ἀμφοῖν αἱρετώτερον, τοῦτο ἑλέσθαι ὑμῖν πάρεστιν, ἢ μαλθακιζομένοις ἐν τῷ παρόντι, ἢ ἀνδραγαθίζεσθαι βουλομένοις.

二者之中何者更为可取,你们眼下便可作出抉择:要么此刻贪生示弱,要么立志奋勇杀敌。

§4.15.36

ἀλλὰ μὴν κἀκεῖνο εἰσιέναι ὑμᾶς προσήκει, ὡς ὅπλα κατὰ Ῥωμαίων ἀράμενοι, ἢν ὑπ’ αὐτοῖς ἔσεσθε, οὐ μετρίων οὐδὲ συγγνωμόνων δεσποτῶν πειραθήσεσθε, ἀλλὰ πείσεσθε μὲν τὰ ἀνήκεστα, προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι.3 ὁ μὲν οὖν θάνατος ὅτῳ ἂν ὑμῶν ἐν τῇ μάχῃ ἀφίξηται ταύτῃ, δηλονότι εὐκλεὴς ἔσται· βίος δὲ κρατήσασι μὲν τῶν πολεμίων αὐτόνομός τε καὶ τἄλλα εὐδαίμων, ἡσσημένοις δὲ πικρὸν μὲν ἄλλο οὐκ ἂν εἴποιμι, τὴν ἐλπίδα δὲ ξύμπασαν εἰς τὸν ἐκείνων ἔλεον ἔχων.

况且你们心头当牢记此点:反抗罗马人而操持兵刃的你们,一旦受制于他们,所面对的绝非温和宽厚的领主,而是将遭受灭顶之灾,且还将背负死得理所应当的污名。因此,你们无论何人在今日这场恶战中阵亡,显见都将是荣耀之死;若战胜敌人,则将享有自主且万事顺遂的生活;若遭遇溃败——我暂且不提其他严酷之事——,便只能将一切生机寄托于敌人的慈悲。

§4.15.38

ἡ δὲ ξυμβολὴ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσται.

而这场交锋绝非势均力敌之战。

§4.15.39

τῷ τε γὰρ πλήθει παρὰ πολὺ ἡσσῶνται ἡμῶν οἱ πολέμιοι καὶ ὡς ἥκιστα προθυμούμενοι ἐφ’ ἡμᾶς ἴασιν, οὓς οἶμαι καὶ τῆσδε ἡμῖν εὔχεσθαι τῆς ἐλευθερίας μεταλαχεῖν.” τοσαῦτα μὲν καὶ ὁ Στότζας εἶπεν.

盖因敌人在数量上远逊于我们,且毫无斗志地向我们逼近;我甚至以为,他们自己亦在祈求能与我们共享这份自由。”斯托特扎斯亦作了这番演说。

语法注3 条
  1. 4.15.21οἷς νῦν τιμωροῦντες

    动词 τιμωρέω 支配与格时意为“为……复仇、为……申冤、援助……”,这与支配宾格时表示“惩罚……”不同。此处关系代词 οἷς 的先行词是前句中被杀害的罗马士兵们(Ῥωμαίων στρατιωτῶν πλῆθος οὓς...),因此作“为他们复仇”解。

  2. 4.15.33τῶν ἐν τοῖς πολέμοις ἀπώνασθε πόνων

    中动态动词 ἀπονίναμαι 支配属格,意为“从……中获益、享受……的利益”。此处反讽地搭配了通常并非益处的 πόνων(劳苦),并与下文的 κύριοι δὲ ἄλλοι τῶν λαφύρων γεγένηνται(他人却成了所有战利品的主人)形成强烈对比,意在突出士兵们分得的仅仅是辛劳。

  3. 4.15.36προσέσται δὲ ὑμῖν τὸ μὴ ἀδίκως ἀπολωλέναι

    带定冠词的完成时不定式短语 τὸ μὴ ἀδίκως ἀπολωλέναι 作动词 προσέσται 的语法主语,搭配人称与格 ὑμῖν。否定词 μή 为不定式名词化时的规范用法。该结构表示“并非不公地被诛灭这一事实将加诸你们身上”,指叛军即使受戮也难逃罪有应得之名,决不会被视作蒙冤的牺牲者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.15.20-4.15.39