← 普罗科皮乌斯

战史

§4.15.1-4.15.19

斯托特扎斯围攻迦太基与贝利撒留的追击

叛军推举斯托特扎斯为首领并围困迦太基,因贝利撒留的突然驰援而溃逃;贝利撒留率军追至门布雷萨并阵前誓师,鼓舞将士与敌交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15.1

Οἱ δὲ στασιῶται τὰ ἐν Καρχηδόνι ἅπαντα ληισάμενοι ἔς τε τὸ Βούλλης ξυλλεγέντες πεδίον Στότζαν, τῶν Μαρτίνου δορυφόρων ἕνα, τύραννον σφίσιν εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ’ ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης κρατήσουσιν.1

叛军洗劫了迦太基城内的一切,集结在布拉平原,推举马蒂努斯的一名侍卫、性格强悍且干练的斯托特扎斯为领袖,条件是他们将逐出皇帝的官员并统领整个利比亚。

§4.15.2

ὁ δὲ ἅπαν ἐξοπλίσας τὸ στράτευμα, ἐς ὀκτακισχιλίους μάλιστα ξυνιόν, ἐπὶ Καρχηδόνα ἐπῆγεν, ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος2 οὐδενὶ πόνῳ.

斯托特扎斯将总数约达八千人的整支大军武装起来,引兵进逼迦太基,以为转瞬之间毫不费力便可令该城屈服。

§4.15.3

ἔπεμπε δὲ καὶ ἐς Βανδίλους τούς τε ἐκ Βυζαντίου σὺν ταῖς ναυσὶν ἀποδράντας καὶ ὅσοι οὐχ εἵποντο Βελισαρίῳ τὸ ἐξ ἀρχῆς, ἢ διαλαθόντες, ἢ ὅτι οἱ Βανδίλους τηνικαῦτα παραπέμποντες ἐν λόγῳ αὐτοὺς οὐδενὶ ἐποιήσαντο.

他还派遣使者前往汪达尔人那里——包括乘船从拜占庭逃脱者,以及起初便未跟随贝利撒留的众人,他们或是避人耳目得以潜逃,或是当时押送汪达尔人的兵士根本未将他们放在心上。

§4.15.4

ἦσαν δὲ οὐχ ἧσσον ἢ χίλιοι, οἳ οὐκ ἐς μακρὰν τῷ Στότζᾳ ἐς τὸ στρατόπεδον ξὺν προθυμίᾳ ἦλθον. ἀφίκετο δέ οἱ καὶ δούλων πολύς τις ὅμιλος.

这些人不下千人,不久便欣然赶赴斯托特扎斯的营地。又有大批奴隶前来投奔于他。

§4.15.5

καὶ ἐπειδὴ ἐγένοντο Καρχηδόνος ἐγγύς, ἔπεμψεν ὁ Στότζας, κελεύων οἱ ὡς τάχιστα παραδοῦναι τὴν πόλιν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ ἐν Καρχηδόνι καὶ Θεόδωρος, πρὸς ταῦτα ἄντικρυς ἀπειπόντες, βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν.

当他们兵临迦太基城下时,斯托特扎斯派人传令,命他们尽快开城投降,条件是保全其不受任何伤害。 但迦太基城内的人与狄奥多罗斯断然拒绝了这一要求,声明要为皇帝坚守迦太基。

§4.15.7

πέμψαντές τε παρ’ αὐτὸν Ἰωσήφιον, τῶν τε βασιλέως φυλάκων γραμματέα οὐκ ἀφανῆ γεγονότα καὶ τῆς Βελισαρίου οἰκίας ὄντα, κατὰ χρείαν δέ τινα πρὸς αὐτοὺς ἐς Καρχηδόνα ἔναγχος ἐσταλμένον, ἠξίουν μὴ σφᾶς περαιτέρω βιάζεσθαι.

他们派约瑟菲奥斯前往斯托特扎斯处;此人曾任帝国侍卫的要职文书,出身贝利撒留门下,不久前因某项事务被遣往迦太基城中。他们请求他勿再苦苦相逼。

§4.15.8

Στότζας δέ, ἐπεὶ ταῦτα ἤκουσεν, Ἰωσήφιόν τε αὐτίκα ἔκτεινε καὶ ἐς πολιορκίαν καθίστατο. κατορρωδήσαντές τε οἱ ἐν τῇ πόλει τὸν κίνδυνον, σφᾶς τε αὐτοὺς καὶ Καρχηδόνα Στότζᾳ ἐγχειρίσαι ὁμολογίᾳ διενοοῦντο. τὸ μὲν οὖν Λιβύης στρατόπεδον ἐφέρετο τῇδε.

斯托特扎斯闻听此言,立时斩杀了约瑟菲奥斯,并着手展开围城。城内众人畏惧险境,意欲依约将自身与迦太基城拱手交予斯托特扎斯。当时利比亚军中的局势大抵如此发展着。

§4.15.9

Βελισάριος δέ, ἄνδρας ἀπολέξας τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν ἑκατὸν καὶ Σολόμωνα ἐπαγόμενος, μιᾷ νηὶ ἐς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς, ἡνίκα τὴν πόλιν οἱ πολιορκοῦντες σφίσιν ἐγχειριεῖσθαι τῇ ὑστεραίᾳ ἐκαραδόκουν. ἐν ἐλπίδι τε ταῦτα ἔχοντες τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

然而,贝利撒留自本部侍卫与盾手之中遴选百名健儿,携所罗门同行,乘单艘战舰于初掌灯火时分驶抵迦太基;此时围城之众正翘首以盼次日该城会降服于己。怀着这般指望,他们安营度过了那夜。

§4.15.10

ἐπεὶ δὲ ἡμέρα τε ἐγεγόνει καὶ Βελισάριον παρεῖναι ἔμαθον, λύσαντες ὡς τάχιστα τὸ στρατόπεδον αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο.

及至天明,得知贝利撒留亲至,他们急忙拔营,狼狈不堪且毫无章法地仓皇逃窜。

§4.15.11

Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας καὶ αὐτοὺς ἐς εὔνοιαν τὴν βασιλέως λόγοις τε ὁρμήσας καὶ χρήμασι πολλοῖς ἐπιρρώσας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο.

贝利撒留从军中召集了约两千人,以言语激励他们效忠皇帝,并以巨款振奋其士气,随即对奔逃者展开追击。

§4.15.12

καὶ αὐτοὺς ἐς Μέμβρησαν πόλιν καταλαμβάνει, πεντήκοντα καὶ τριακοσίοις σταδίοις Καρχηδόνος διέχουσαν.

他在距迦太基三百五十斯塔德的门布雷萨城追上了他们。

§4.15.13

ἔνθα δὴ ἑκάτεροι στρατοπεδευσάμενοι ἐς μάχην παρεσκευάζοντο, οἱ μὲν ἀμφὶ Βελισάριον ἐς ποταμὸν Βαγράδαν, οἱ δὲ ἕτεροι ἐν χωρίῳ ὑψηλῷ τε καὶ δυσκόλῳ τὸ χαράκωμα ποιησάμενοι.

双方皆在彼处扎营备战:贝利撒留一行驻扎在巴格拉达斯河畔,另一方则在高耸而险阻的阵地上筑起栅栏营垒。

§4.15.14

ἐς γὰρ τὴν πόλιν οὐδέτεροι εἰσελθεῖν ἔγνωσαν, ἐπεὶ ἀτείχιστος οὖσα ἐτύγχανε.

因为该城适逢没有城墙,故双方皆不愿进城据守。

§4.15.15

τῇ δὲ ὑστεραίᾳ καθίσταντο ἐς τὴν ξυμβολήν, οἱ μὲν στασιῶται πλήθει τῷ σφετέρῳ πιστεύοντες, οἱ δὲ ἀμφὶ Βελισάριον ἅτε ἀφρόνων τε καὶ ἀστρατηγήτων ὑπερφρονοῦντες τῶν πολεμίων.

次日,双方列阵交锋:叛军倚仗己方人数众多,而贝利撒留的部众则蔑视敌军愚鲁且全无将略。

§4.15.16

ἃ δὴ Βελισάριος ταῖς τῶν στρατιωτῶν διανοίαις ἐναποθέσθαι βουλόμενος βεβαίως ἅπαντας ξυγκαλέσας ἔλεξε τάδε· “Ἐλπίδος μὲν καὶ εὐχῆς ἧσσον, ἄνδρες συστρατιῶται, βασιλεῖ τε καὶ Ῥωμαίοις τὰ πράγματα ἔχει.

贝利撒留欲将此信念坚固地深植于士兵心间,便召集全军陈词道:“袍泽们,皇帝与罗马人的处境,实已大逊于吾等的期盼与祈愿。

§4.15.17

ἐς ξυμβολὴν γὰρ τανῦν ἥκομεν ἐξ ἧς οὐδὲ τὸ νικᾶν ἄκλαυστον ἕξομεν, ἐπὶ ξυγγενεῖς τε καὶ ξυντρόφους στρατεύοντες.

盖因我们如今所投身的交战,即便获胜亦难掩悲泪,毕竟我们讨伐的是同宗近亲与患难同袍。

§4.15.18

ἔχομεν δὲ τοῦ κακοῦ παραψυχὴν τήνδε, οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα.3

然而于此灾厄之中,我们尚有一事可堪慰藉:我们并非战事的挑起者,而是在奋起自卫中置身险境。

§4.15.19

ὁ γὰρ ἐς τοὺς φιλτάτους τὴν ἐπιβουλὴν ποιησάμενος καὶ τὸ ξυγγενὲς διαλύσας οἷς ἔδρασεν, οὐ πρὸς τῶν φίλων, ἢν ἀπόληται, θνήσκει, ἀλλ’ ἐν πολεμίου γεγονὼς μοίρᾳ τοῖς ἠδικημένοις ἐκτίνει τὴν δίκην.

凡谋害至亲并以恶行撕裂骨肉纽带之人,倘若陨命,亦非死于挚友之手,而是沦落为仇敌之身,向受其侵害之人偿还罪愆。”

语法注3 条
  1. 4.15.1ἐφ’ ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης πάσης κρατήσουσιν

    连词 ἐφ’ ᾧ 配合将来时直陈式 κρατήσουσιν,引出表示约定或前提条件的从句(“条件是……”)。分词 ἐξελάσαντες 表示先于该动词发生的动作。

  2. 4.15.2ὡς τὴν πόλιν αὐτίκα δὴ μάλα παραστησόμενος

    ὡς 连用将来时分词(παραστησόμενος)的结构,表示行动者(斯托特扎斯)主观上的意图或预料(“以为立时即可使该城屈服”)。

  3. 4.15.18οἷς γε οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι ἐς τὸν κίνδυνον καθιστάμεθα

    与格关系代词 οἷς 与助词 γε 连用,引出表原因的关系从句(“鉴于我们……”),照应主句动词 ἔχομεν 中所蕴含的第一人称复数主体(充当所属或利害与格)。从句内部的分词短语 οὐ τῆς μάχης ἄρχοντες αὐτοί, ἀλλ’ ἀμυνόμενοι 则对比性地说明了 καθιστάμεθα 的方式或原由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.15.1-4.15.19