← 普罗科皮乌斯

战史

§4.14.29-4.14.42

迦太基的叛乱掠夺与所罗门脱险

叛军在城内外公开兵变,演变为全城的劫掠与杀戮;所罗门藏匿于宫中教堂,后在卡帕多细亚人狄奥多罗斯的协助下乘船脱险,前往锡拉库萨向贝利撒留求救。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14.29

οἱ μὲν οὖν πολλοὶ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τά τε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο· οἱ δὲ ἄλλοι ἐν τῇ πόλει διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ’ ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο.

于是,叛军中的多数人迅速出城,劫掠田庄,将所遇见的利比亚人皆视作仇敌;而留在城内的其他人则不显露自己所怀的意图,伪装对密谋之事一无所知。

§4.14.30

Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίει ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν.1

所罗门听闻士兵们在乡野间的所作所为,陷入极大的惶恐之中,不断告诫城内的众人,劝勉他们保持对皇帝的忠诚。

§4.14.31

οἱ δὲ κατ’ ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέρᾳ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον.

起初,他们似乎还听从劝告,但在第五天,当听闻出城之人已稳固地确立了叛乱之势,便聚集在赛马场,肆意侮辱所罗门和其他官员。

§4.14.32

ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τιθασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι ἐπαΐοντας τῶν λεγομένων.

于是,受所罗门差遣的卡帕多细亚人狄奥多罗斯试图安抚驯导他们,但他们对所说之言全然置若罔闻。

§4.14.33

ἦν δέ τις Θεοδώρῳ τούτῳ δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα.

而这位狄奥多罗斯对所罗门原本就怀有怨隙,且有密谋反对他的嫌疑。

§4.14.34

διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ τάχος ἧκον.

因此,叛军立即高声推举他为自己的统帅,与他一同披坚执锐、大肆喧嚣,迅速涌向王宫。

§4.14.35

ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ πολέμια.

在那里,他们杀害了另一位统率卫队的狄奥多罗斯,此人在各项美德上皆臻于至善,在战阵之中尤为骁勇。

§4.14.36

ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε.

他们一旦尝到了这桩杀戮的滋味,便立刻对手边碰到的所有人痛下杀手,无论其为利比亚人还是罗马人,是所罗门的相识还是手持财资之人;随后他们转入劫掠,闯入凡无士兵防卫的民居,将所有最为珍贵的财物洗劫一空,直至夜幕降临,沉醉接替了辛劳,方才停止。

§4.14.37

Σολόμων δὲ ἐς τὸ ἱερόν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ δείλην ὀψίαν ἦλθεν.

所罗门则逃入王宫中那座宏大的教堂隐匿起来,傍晚时分马蒂努斯也来到他那里。

§4.14.38

ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν.

待叛军尽皆入睡,他们走出教堂,前往卡帕多细亚人狄奥多罗斯的宅第;狄奥多罗斯强留他们用膳,尽管他们全无食欲;随后又将他们送往港口,安置在某艘船只的舢板上,这艘舢板恰巧是预先为马蒂努斯备好的。

§4.14.39

εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα.

撰写此书的普罗科皮乌斯本人以及所罗门家中的约五名仆从也一同随行。

§4.14.40

σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν.2

他们行尽三百斯塔德,抵达迦太基人的军港米苏阿;一俟进入安全境地,所罗门便立即命令马蒂努斯前往努米底亚,投奔瓦莱里阿努斯及其他同僚将领,尝试他们是否能通过金钱或某种手段接近各自相熟的士兵,促使其回心转意、效忠皇帝。

§4.14.41

καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνος τε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρακούσας ἀφίκετο.

他又给狄奥多罗斯寄去书信,嘱托他经管迦太基,并按其认为可行的方式料理各项事务;而所罗门自己则与普罗科皮乌斯同行,抵达锡拉库萨拜谒贝利撒留。

§4.14.42

ἅπαντά τε αὐτῷ ἀγγείλας ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναι τε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει.

他将利比亚所发生的一切变故向其和盘托出,恳求他尽快前往迦太基,为遭受本部士兵大逆不道行径的皇帝解难。所罗门所为之事大略如此。

语法注2 条
  1. 4.14.30οὐκ ἀνίει ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν

    补充性分词结构,分词 παρακαλῶν 受动词 οὐκ ἀνίει(源自 ἀνίημι,“停止、松懈”)支配,意为“不断劝勉、未尝停止劝勉”。前面的分词 ἐγκελευόμενος 同样体现出其持续告诫、呼吁的态势。

  2. 4.14.40πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν

    不定式 πειρᾶσθαι 受上文主动词 ἐκέλευε 支配的间接命令结构。由 εἰ 引导且带祈愿语气动词 δύναιτο 的从句构成表示尝试/意图的间接疑问句(“尝试是否每人能够……”)。短语 τῶν ... γνωρίμων στρατιωτῶν 为宾格 τινας 的部分属格,分词 ὑπελθών 则作为方式手段修饰补足不定式 μεταγαγεῖν,形成了多层嵌套的复合句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.14.29-4.14.42