- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.14.14-4.14.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于宗教压迫以及逃脱的汪达尔部队潜归,叛乱士兵密谋在复活节于教堂刺杀所罗门,但连续两日因畏怯犹豫而失手,阴谋最终彻底公开,迫使他们无法再留驻迦太基。
οὐ γὰρ εἴα βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν οὐ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι.
因为查士丁尼皇帝不允许任何未曾分有正统信仰的基督徒领受洗礼或参与任何其他圣礼。
μάλιστα δὲ αὐτοὺς ἡ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ’ ἣν οὐχ οἷοί τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θείῳ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι ἐργάζεσθαι ἐς ταύτην δὴ τὴν ἑορτὴν ἄγον.
尤其是复活节使他们大感不安,在这一节日里,他们既无法让自己的孩子领受圣洁的洗礼,也不能举行任何属于庆祝这一节日的其他礼仪。
ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ1 διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι καὶ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον.
而且,仿佛这对于一心要毁灭罗马人事业的恶神来说尚不足够,另一件为图谋叛乱者提供助力的事件又偶然发生了。
τοὺς γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον· οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι.
原来,对于贝利撒留押送至拜占庭的那些汪达尔人,皇帝将他们编成了五个骑兵连队,以便让他们永久驻扎在东方的诸城邦中;他又称他们为“查士丁尼的汪达尔人”,并命令用船将他们送往东方。
τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες ἐς οὓς διατετάχαται. ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται· οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον.
这些汪达尔士兵中的大多数确实抵达了东方,补充了他们所编入的连队,至今仍在对波斯人作战;但其余约四百人抵达莱斯博斯岛时,趁风帆鼓满强迫水手转向,在伯罗奔尼撒半岛靠了岸。
ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν.
他们又从那里启航,驶抵利比亚的一处荒僻之地,在那里弃船上岸、备好行装,登上了奥拉西翁山并进入毛里塔尼亚。
οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς.
那些专心策划叛乱的士兵受到这些人的鼓舞,彼此之间更加紧密地勾结在一起。
καὶ λόγοι τε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδή τε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο.
军营中关于此事已有诸多议论,并立下了誓言。而当他们将要过节时,阿里乌斯派因圣事受阻而愤愤不平,极力予以催逼。
Ἔδοξέ τε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι, Σολόμωνα κτεῖναι. καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων ὁ λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃ τε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροι τε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς ταύτην δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων ἐπιθυμίᾳ.
于是他们的头目们决定,在被称为“伟大”的节日首日,于教堂之中,将所罗门杀死。这一密谋确实未被任何人泄露,因而得以隐秘不发。因为谋划这一恶行的人数众多,流传的话语并未传到任何敌对者的耳中,他们由此得以掩人耳目,更何况所罗门的许多近身侍卫、卫士以及大部分家仆,也由于贪图土地而加入了这场叛乱。
ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ ἀπολελειμμένος κακῶν.2
既定的日子终于来临,所罗门坐在教堂之中,对迫在眉睫的凶险一无所知。
ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασί τε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντοι οὐδέν, ἢ τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, ἢ διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, ἢ καί τι θεῖον αὐτοὺς διεκώλυσεν.
决定杀害此人的凶手们走了进来,彼此以眼色示意,按住了佩剑,然而他们却未有动作,不知是因为对当时教堂中举行的圣礼心怀敬畏,还是因长官的威仪而感到羞怯胆怯,抑或是某种神圣的力量阻止了他们。
Ἐπειδὴ δὲ τά τε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντι γεγενημένους, καὶ αὖθις ἀπετίθεντο ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα.
当那一天的圣礼已经结束、众人各自归家时,叛乱者们开始互相指责,埋怨彼此在不当之时表现得软弱怯懦,并将这一阴谋再次推迟到次日。
ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν ἔς τε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτός τε ἕκαστος μαλθακόν τε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου.
同样,次日他们也是一事无成地撤出了教堂,行至集市后便公然互相谩骂,每个人都斥责近旁之人是懦夫和同盟的破坏者,毫不吝惜地指责彼此对所罗门的顾忌退让。
διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα.3
因此他们认为,既然密谋已彻底昭然于众,自己在迦太基的居留便再无安全可言了。
- 4.14.16ὥσπερ δὲ οὐχ ἱκανὰ ταῦτα τῷ δαιμονίῳ
由 ὥσπερ 引出的中性复数宾格短语 οὐχ ἱκανὰ ταῦτα 省略了分词 ὄντα,构成宾格绝对结构或省略状语从句,意为“仿佛这些事对于……尚嫌不足”。后面的与格短语 τῷ δαιμονίῳ ... ἐν σπουδῇ ἔχοντι(“对于一心要毁灭罗马事业的神魔而言”)作为关系或利害与格修饰 ἱκανά。
- 4.14.24μακρὰν τῶν αὑτοῦ ἀπολελειμμένος κακῶν
依附于完成时被动分词 ἀπολελειμμένος(源自 ἀπολείπω)的属格 τῶν ... κακῶν 是分离属格。与副词 μακράν(远远地)连用,字面意思是“从自身的灾殃中远远隔绝”,生动地刻画出所罗门当时对迫在眉睫的灭顶之灾毫无察觉、完全麻痹不备的状态。
- 4.14.28ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα
原因连词 ἅτε 搭配不定过去时主动分词 ἐξενεγκόντες(源自 ἐκφέρω),引出客观理由(“鉴于/既然……”)。介词短语 ἐς τὸ πᾶν 用作副词短语,意为“完全地/彻底地”,修饰动词 ἐκφέρω(公开、泄露),指他们在集市争吵导致该阴谋被彻底公之于众。
