← 普罗科皮乌斯

战史

§4.14.1-4.14.13

太阳异象与利比亚驻军兵变的起因

在提及贝利撒留占领西西里以及太阳黯淡的凶兆之后,本节叙述了利比亚驻军兵变的起因:士兵迎娶汪达尔妇人引发的土地争端,以及阿里乌斯派士兵的宗教不满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14.1

Ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόν τε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν νῆσον πόνῳ οὐδενὶ ἔσχεν.

与此同时在意大利,几乎在同一时期发生了如下的事情。贝利撒留奉查士丁尼皇帝之命被派遣去讨伐狄奥达哈德和哥特民族;他泛舟驶往西西里,毫不费力地占领了这座岛屿。

§4.14.2

ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με ὁ λόγος ἐς τῶν Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει.

至于其具体的经过,将在我随后的记述中道来,待到叙述把我引向意大利事务的历史之时。

§4.14.3

νῦν γάρ μοι οὐκ ἀπὸ τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον τὸν ἀμφὶ Ἰταλίαν τε καὶ Γότθους ἰέναι.

因为在我看来,眼下把利比亚发生的一切全然记录完毕,然后再进而叙述有关意大利和哥特人的事情,并不是不妥当的。

§4.14.4

Τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σολόμων δὲ ἐν Καρχηδόνι διέτριψε.

于是,这个冬天贝利撒留在叙拉古度过,而所罗门则驻留在迦太基。

§4.14.5

καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ ἡ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει,1 τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν οὐδὲ ᾗπερ εἰώθει ποιούμενος.

正是在这一年,发生了一桩极其骇人的凶兆。因为整整一年间,太阳就像月亮一样散发出毫无光束的光辉,绝大部分时间宛如发生了日食,其光芒既不清澈,也不如往常那般。

§4.14.6

ἐξ οὗ τε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν.

自从这一现象发生之后,战争、瘟疫以及任何其他致人于死地的灾难便未曾停歇。当时正是查士丁尼在位的第十年。

§4.14.7

Ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ἣ ὅπως τε ἐφύη καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.

春风初度之际,正值基督徒庆祝他们称为复活节的节日时,利比亚的军中爆发了兵变。这场叛乱是如何兴起的,又如何终结,我正要加以叙说。

§4.14.8

Ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάς τε καὶ γυναῖκας ἐν γαμετῶν ἐποιήσαντο λόγῳ.

正如我此前所言,当汪达尔人在战斗中落败后,罗马士兵便将他们的女儿和妻子纳为合法的正妻。

§4.14.9

ἡ δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται.2

然而,这些妇人中的每一位都怂恿自己的丈夫去争夺自己先前身为女主人的地产,宣称如果她们与汪达尔人同住时曾享有这些产业,而在改嫁给击败汪达尔人的征服者之后却反而要这样丧失原有的财产,那是天理难容的。

§4.14.10

ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι3 οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺς ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε καὶ εἶναι πεποίηκεν, οὐκ ἐφ’ ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται ὅσα ἂν βαρβάρους ἐπιβατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντο, ἀλλ’ ἐφ’ ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίσι τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς σιτήσεις κομίζεσθαι.

士兵们将这些话铭记于心,认为自己不该顺从所罗门,因为所罗门意图将汪达尔人的土地收归国库和皇室私产;所罗门主张,奴隶和所有其他动产作为战利品归于士兵并非不近情理,然而土地本身则属于皇帝和罗马帝国,正是帝国养育了他们,并使他们得以被称为士兵并成为士兵;这并不是以让他们把从侵占罗马帝国的蛮族手中夺回的所有土地据为己有为条件的,而是以这些土地收归公家为条件,从而他们与所有其他人才能从中领取军饷粮秣。

§4.14.11

αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθαι τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματα ἴσχυσεν.

这便构成了叛乱的一个起因。此外,还发生了另一桩如下的缘由,它扰乱利比亚全部局势的力量绝不亚于前者,甚至犹有过之。

§4.14.12

ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τῆς Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτας εἶναι ξυνέπεσεν· ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσαν καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους.

在罗马军队中,碰巧有不下千名持阿里乌斯派教义的士兵;他们大多是蛮族,其中一些人来自赫鲁利族。

§4.14.13

τούτους δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὰ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τῷ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντο καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων.

汪达尔人的祭司们极力煽动这些人起来反叛;因为他们无法向神履行习惯的崇拜之礼,反而在秘仪和一切圣事上都被拒之门外。

语法注3 条
  1. 4.14.5ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει

    动词 ἐῴκει(ἔοικα 的过去完成时)支配与格,表示“与……相似”。此处承接主语 ὁ ἥλιος 的阳性单数与格分词 ἐκλείποντι 作补足语,意为“极像发生日食时的〔太阳〕”。

  2. 4.14.9εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται

    由 λέγουσα 引导的间接引语中的条件句。在从属于归结句 οὐχ ὅσιον εἶναι 的 εἰ 条件从句内部,以 μέν…δέ 将表述既往事实的不定过去式直陈语气(ἀπώναντο)与表述将来事态的将来时直陈语气(στερήσονται)并列对比,强调这种剥夺极其不公。

  3. 4.14.10οὐκ ἐφ’ ᾧ σφίσιν αὐτοῖς τὰ χωρία κεκτήσονται... ἀλλ’ ἐφ’ ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι

    介词短语 ἐφ' ᾧ(“以……为条件”)成对出现构成对比。前者接将来时直陈语气(κεκτήσονται),后者接不定式(ἰέναι);在希腊语中,ἐφ' ᾧ 可以自由地接将来时直陈语气或不定式来表示约定条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.14.1-4.14.13