- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.13.32-4.13.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
所罗门率罗马军进军奥拉西翁山,但因粮绝并怀疑毛鲁西盟军叛变而撤回平原;随后所罗门返回迦太基过冬,筹备春季再度出征以及讨伐撒丁岛蛮族。
πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο.
他们在极其艰险的地形中前进了大约五十斯塔狄翁,便安营露宿。
τοσαύτην τε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται1 ἐς χῶρον ἔνθα φρούριόν τε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. Ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν χῶρον.
他们每天走完这样的路程,在第七天到达了一处有一座古老堡垒和一条常流河的地方。拉丁人用自己的语言称此地为“盾山”。
ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόν τε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶν τε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη.
据报敌军在此扎营,但当他们到达该地时,却没有任何敌军出迎;于是他们扎下营盘,做好战斗准备留在原地,在此耗费了三天时间。
ὡς δὲ οἵ τε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνί τε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο·
然而,敌军完全避开他们,而粮草也已告罄,所罗门与全军将士心中顿生疑窦,怀疑是否毛鲁西盟军在对他们施展某种阴谋。
οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοί τε, ὡς τὸ εἰκός, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν,2 ὅπως δὴ μὴ προμαθόντες τροφάς τε σφίσιν ἐς χρόνον πλείω ἔχοντες ἐς ὄρος τὸ Αὐράσιον ἀναβαίνοιεν καὶ τὰ ἄλλα παρασκευάσαιντο ὅπη ἄριστα ἔσεσθαι ἔμελλεν.
因为这些人并非不熟悉奥拉西翁山中的路线,而且按理极清楚敌人的企图,据传他们每日都暗中奔赴敌营,且屡次受罗马人之遣前往侦察,却决意不作任何切实的汇报,其目的正是为了防止罗马人预先察知,携带着供更长时间之需的粮草攀登奥拉西翁山,并把其他事务筹备得至臻至善。
ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλως τε ἡνίκα Ῥωμαίοις ἢ ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται.
他们总怀疑同盟之人已向自己设下了圈套,因而心生恐惧,思忖着毛鲁西人生性被传为反复无常,尤其是当他们与罗马人或其他人结盟去讨伐同族的毛鲁西人时尤甚。
ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδε τε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο.
他们虑及这些,同时又受饥馑所迫,遂仓促自该处撤退,无功而返,到达平原后筑起了坚固的壁垒。
Μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος ʽχειμὼν γὰρ ἤδη ἦν’ ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει.
此后,所罗门在努米底亚留下了一部分军队负责驻守——因为当时已是冬季——自己则率领其余部队前往迦太基。
ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καί, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις στρατεύοι.
在那里,他料理并整顿各项事务,以便开春之时能以更充实的准备,且如若可能,在不依靠毛鲁西盟军的情况下再度出征奥拉西翁山。
ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται·
与此同时,他还调集将领、另一支陆军以及一支舰队,准备进讨定居在撒丁岛上的毛鲁西人。
αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας3 ʽἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχεἰ, Ῥωμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται.
因为这座岛屿既大又在其他方面颇为富庶,面积大致相当于西西里岛的三分之二——轻装疾行的人绕岛一周需要二十天的行程——它位于罗马与迦太基之间,正遭受着定居于此的毛鲁西人的侵扰。
Βανδίλοι γὰρ τὸ παλαιὸν ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν.
原来在古时,汪达尔人对这些蛮族大发雷霆,把少数几个人及其妻室押送到撒丁岛并囚禁在那里。
χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι.
随着时间的推移,他们占据了卡拉纳利斯附近的山地;起初他们暗中对周围居民进行劫掠,但当他们的人数不少于三千人时,便公开四处侵袭,根本不屑于隐匿行迹,将那里的所有乡野洗劫一空,被当地人称为“巴巴里奇尼人”。
ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.
所罗门在这个冬天准备舰队,正是为了征讨这些毛鲁西人。利比亚的情势大抵便是如此发展的。
- 4.13.33ἑβδομαῖοι ἀφικνοῦνται
形容词 ἑβδομαῖοι 与主语一致并作表语性用法,表时间,意为“在第七天到达”。这是古典希腊语中使用时间形容词代替副词短语的典型惯用法。
- 4.13.36οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοί τε, ὡς τὸ εἰκός, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν
本句骨干为关系代词主语 οἵ γε(指毛鲁西盟军)统领的一连串分词短语——让步分词 καίπερ... ἔχοντες,以及并列的 ἐπιστάμενοι、ἐπειγόμενοι、σταλέντες——最终汇聚至主谓结构 ἔγνωσαν(接不定式 ἀγγεῖλαι,意为“决意不作……汇报”)。
- 4.13.42ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας
短语 αἱ δύο μοῖραι 是希腊语中表示“三分之二”(三分中的两份)的固定惯用表达。因此整句指“面积大致达到西西里岛的三分之二”。
