← 普罗科皮乌斯

战史

§4.13.19-4.13.31

奥拉西翁山的地势与所罗门的进军

在马索纳斯和奥尔泰阿斯的劝请下,所罗门率军进军奥拉西翁山;在描写了该山的险要地形与周边形势后,全军整队进山准备决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.19

ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα· Μασσωνᾶς μέν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ Βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτόν τε καὶ Μαυρουσίους ὧν ἦρχεν ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο.

毛鲁西人的其他首领马索纳斯和奥尔泰阿斯也因私怨敦促所罗门进讨亚乌达斯:马索纳斯是因为亚乌达斯虽为姻亲,却用奸计杀害了他的父亲梅法尼亚斯;而另一位奥尔泰阿斯,则是因为亚乌达斯与统率毛里塔尼亚蛮族的马斯蒂纳斯结谋,企图将他本人以及他所统治的毛鲁西人逐出他们自古居住的土地。

§4.13.20

ὁ μὲν οὖν Ῥωμαίων στρατός, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία.

于是,在所罗门的统率下,罗马军队同所有结盟前来的毛鲁西人一道,在阿比加斯河畔安营扎寨,这条河沿奥拉西翁山流淌,灌溉着当地的田畴。

§4.13.21

τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι.

在亚乌达斯看来,与敌人在平原交锋并无益处,于是他在奥拉西翁山布设险阻,务求让来犯之敌感到最为艰危。

§4.13.22

τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν.

这座山距离迦太基大约十三天的路程,是我们所知所有山峦中最大的一座。

§4.13.23

ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόν τέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδία τε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούς τε ποιοῦσαι καὶ παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον.1

即便是一个轻装疾行的人,绕山一周也需要整整三天。对于想要进山的人而言,这里道路险阻且异常险恶;但一旦攀登上去到达平坦之处,便会展现出广袤的平原、汇成河流的众多泉眼,以及数量惊人、极为壮丽的果林园囿。

§4.13.24

καὶ ὅ τε σῖτος ὃς ἐνταῦθα φύεται ἥ τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἢ ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι πέφυκεν.

那里生长的谷物与各类瓜果,其体积皆为整个利比亚其他地方所出产之物的两倍。

§4.13.25

ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις εἶναι.

当地还有几座荒废的堡垒,这是因为在定居此地的人们看来,堡垒并无必要。

§4.13.26

ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐδὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, ἣ πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα ᾖ δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μηδὲ κατὰ πρόφασιν τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι.

盖因自从毛鲁西人从汪达尔人手中夺取奥拉西翁山以来,从未有敌军攻入此处,亦未曾让蛮族心生畏惧;甚至那座坐落于山麓、位于平原起点朝向日出方向、曾有人烟稠密的塔穆加迪城,也被毛鲁西人驱空居民并夷为平地,以此防止敌人在那里扎营,并不让敌人以该城为借口接近山岭。

§4.13.27

εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν, πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις, ὡς ἔμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει.

这片地区的毛鲁西人还占据着奥拉西翁山以西的土地,那里广袤而肥美。在他们之外还居住着其他毛鲁西部落,由奥尔泰阿斯统治,正如前文所述,他作为盟友投奔了所罗门和罗马人。我曾听此人说过,在他自己所统辖的土地之外,再无人烟,而是绵延极广的荒漠;在那荒漠之外,住着肤色不像毛鲁西人那样黝黑,而是身躯极白、头发金黄的人。关于这些地方的情况大致如此。

§4.13.30

Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ’ αὐτῶν διακρίνεσθαι, ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ.2

所罗门向毛鲁西盟军赏赐了巨额资财,并向全军作了诸多勉励,随后列阵备战,向奥拉西翁山进发,以为就在当天便会同敌军交战,任由命运定夺胜负。

§4.13.31

οὐ γὰρ οὖν οὐδὲ τροφάς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο.

事实上,士兵们为自己和战马除了极少一点之外,甚至连口粮都没有携带。

语法注2 条
  1. 4.13.23παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον

    名词 χρῆμα 与属格(παραδείσων)连用,为希腊语习语,意为“大量的某物”、“不可胜数的……”。随后的 θαυμάσιον οἷον 源自感叹关系从句(οἷόν ἐστι)的凝固化用法,起形容词或副词性修饰作用,意为“令人惊叹的”,加强整个短语的程度。

  2. 4.13.30ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ

    分词 βουλομένῃ 作与格与 τῇ τύχῃ 一致,体现了古典希腊语中的惯用句型(与格名词/代词与 βουλόμενος 与格连用,表示“顺应某人之意愿”,如 εἴ μοι βουλομένῳ ἐστίν)。此处意为“任凭命运如何欲求”或“遵照命运的意愿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.13.19-4.13.31