← 普罗科皮乌斯

战史

§4.13.1-4.13.18

阿尔提阿斯击退亚乌达斯与所罗门出征

面对亚乌达斯在努米底亚肆虐的大军,阿尔提阿斯仅率七十人占据唯一水源,并在单挑中击退亚乌达斯,夺回全部战俘与战利品;随后所罗门率军前往奥拉西翁山讨伐亚乌达斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.1

Ἐν ᾧ δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον ἢ τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέ τε τῶν Λιβύων πολλούς.

正当拜扎凯纳发生这些事之际,统治奥拉西翁山毛鲁西人的亚乌达斯率领三万多名战士,大肆劫掠努米底亚各处乡野,并将许多利比亚人掳为奴隶。

§4.13.2

ἐτύγχανε δὲ Ἀλθίας ἐν Κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων· ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους1 ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο.

恰巧阿尔提阿斯在森图里埃守卫当地的诸要塞;他急切地想从敌军手中夺回部分战俘,便率领跟随他的匈人约七十人出城。

§4.13.3

λογισάμενός τε ὡς οὐχ οἷός τέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δι’ αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυνατὸς εἴη.

他料想凭七十人绝不可能与如此众多的毛鲁西人正面交锋,便希望占据某处狭道,以便当敌人沿路经过时能够劫夺部分俘虏。

§4.13.4

καὶ ʽοὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδός, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν’ ἐπενόει τάδε.

然而——因为当地尽是开阔平原,根本没有这般的道路——他便想出了如下计策:

§4.13.5

Πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν στενοχωρίᾳ πολλῇ ἔχουσα.

附近有一座名叫蒂吉西斯的城镇,当时尚未筑有城墙,但在极为狭窄的地势中拥有一眼大泉。

§4.13.6

ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθα πάντως ἀφίξονται οἱ πολέμιοι· ἄλλο γὰρ ὕδωρ ἄγχιστά πη ὡς ἥκιστά ἐστι.

阿尔提阿斯决意占据这眼泉水,算定敌人迫于口渴定会赶赴此处;因为附近极难再找到其他水源。

§4.13.7

πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης αὐτοῦ ἡ ἔννοια εἶναι.

因此,在凡是考虑到双方兵力悬殊的人看来,他的想法都无异于发疯。

§4.13.8

οἱ δὲ Μαυρούσιοι κόπῳ τε πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃ τε, ὡς τὸ εἰκός, ἀπ’ αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα ἐν νῷ ἔχοντες.

而毛鲁西人在酷暑时节饱受长途跋涉与酷热之苦,自然口渴难耐,便全速向那眼泉水奔来,心中未料有任何阻碍。

§4.13.9

ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ τοῦ ὕδατος ἐπιθυμίᾳ.

然而,当他们发现水源已被敌军占领时,所有人陷入困境止步不前,因为对水的渴望早已耗尽了他们的大半力气。

§4.13.10

διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς λείας, ἐφ’ ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες.2

于是亚乌达斯前来与阿尔提阿斯谈判,允诺将三分之一的战利品赠予他,条件是让所有毛鲁西人畅饮。

§4.13.11

ὁ δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου.

但阿尔提阿斯绝不愿接受这番提议,反而要求就此条件与他单挑决斗。

§4.13.12

τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν.3

亚乌达斯接受了这一挑战,双方约定:假使阿尔提阿斯落败,毛鲁西人便可饮水。

§4.13.13

ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατός, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος Μαυρουσίων ἁπάντων.

毛鲁西全军欢欣鼓舞,充满指望,因为阿尔提阿斯骨瘦如柴且身材不高,而亚乌达斯则是全毛鲁西人中最英俊勇武之人。

§4.13.14

ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ’ αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας4 Ἰαύδαν τε καὶ τοὺς πολεμίους κατέπληξε.

当时两人皆骑马作战。亚乌达斯首先掷出短矛,阿尔提阿斯出人意料地用右手抓住了正朝自己飞来的短矛,令亚乌达斯及敌军震惊不已。

§4.13.15

τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν ἔκτεινε.

随即他用左手拉满长弓——因为他是左右开弓的双巧手——一箭射死了亚乌达斯的坐骑。

§4.13.16

πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ’ ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε· καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς εἵπετο.

坐骑倒地后,毛鲁西人急忙为首领牵来另一匹马,亚乌达斯翻身上马立刻逃遁;毛鲁西全军亦溃不成军地随之奔逃。

§4.13.17

ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

阿尔提阿斯夺回了俘虏和全部战利品,凭此战功在全利比亚威名远扬。此事便这般了结。

§4.13.18

Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως.

所罗门在迦太基停留片刻之后,便率军进逼奥拉西翁山讨伐亚乌达斯,指控他在罗马军队忙于拜扎凯纳战事期间掠夺了努米底亚的诸多领地。而事实确也如此。

语法注4 条
  1. 4.13.2τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους

    动词 ἀφαιρέω 支配双宾格结构(“夺取某人[宾格]的某物[宾格]”)。此处 τοὺς πολεμίους 为被剥夺者宾格,τῶν αἰχμαλώτων τινάς(带有部分属格的宾格代词)为被夺取之物。

  2. 4.13.10ἐφ’ ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες

    连词短语 ἐφ’ ᾧ 引导条件分句(“条件是……”)。通常该结构后接不定式或将来直陈式,此处则使用了不定过去时虚拟式 πίωσιν,表示预期的条件约定。

  3. 4.13.12ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν

    无人称动词 ξυνέκειτο(“达成约定”)支配宾格不定式从句 Μαυρουσίους πιεῖν(“毛鲁西人得以饮水”),其中嵌入了表示假设前提的属格独立结构 ἡσσηθέντος ... τοῦ Ἀλθία(“若阿尔提阿斯落败”)及插入语 ἂν οὕτω τύχῃ(“假使果真如此”)。

  4. 4.13.14οὗπερ Ἀλθίας ἐπ’ αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας

    属格关系代词 οὗπερ 指代前文的 τὸ δοράτιον,作中动态不定式 λαβέσθαι(支配属格宾语,意为“抓住”)的宾语。分词短语 ἐπ’ αὐτὸν ἰόντος 与 οὗπερ 保持属格一致,修饰正飞向他的短矛。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.13.1-4.13.18