← 普罗科皮乌斯

战史

§4.12.17-4.12.30

布尔高昂山之战所罗门的胜利

所罗门派遣狄奥多罗斯率别动队密登布尔高昂山顶,破晓时分与主力夹击大破毛鲁西军。蛮族在混乱中坠崖丧命者众,阵亡达五万人,首领埃斯迪拉萨斯受降,余部流亡努米底亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12.17

Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτο ʽοὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν.

所罗门作了这番激励之后,命令禁卫军(罗马人对近卫军的称呼)指挥官狄奥多罗斯在黄昏向晚时分率领一千名步兵,并携带若干军旗,秘密从布尔高昂山向东的坡面攀登——那里的山势最为陡峭,几近无法通行。他指示他们,一旦抵达山顶附近,便在那里就地待命过夜,待旭日东升之时出现在敌军上方,展示军旗并投射箭石。

§4.12.18

ὁ δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας1 ἔλαθον· ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι. ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε.

狄奥多罗斯依令而行。时至夜深,他们经由险峻悬崖抵达山峰附近,不仅毛鲁西人毫无察觉,就连所有罗马人也全然不知;因为名义上他们是作为前哨派遣出去的,以防有人自外潜入军营作祟。天色尚深沉未明之时,所罗门便率全军自布尔高昂山麓向敌军仰攻。

§4.12.20

καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνήν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων2 ʽἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρασ̓ διηποροῦντο.

及至清晨,敌军已近在眼前,士兵们困惑不解地看到山脊不再如先前那样空无一人,而是站满了手持罗马军旗的人(因天色已微明)。

§4.12.21

ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες ὥρμηντο.

然而,当山顶的部队率先发起攻击时,罗马人意识到那是自军部队,而蛮族则发觉自己已陷入敌人的腹背夹击之中;他们两侧遭袭,既无法击退敌人,便不再指望抵抗,顿时全军奔逃。

§4.12.22

οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες,3 πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔς τε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ.

他们既无法冲上已被敌军占领的布尔高昂山脊,又无法经由山脚下到平原(因敌人正从那里进逼),遂全速冲向那道峡谷以及两座峰峦中的另一座,有的骑马,有的步行。

§4.12.23

ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες,4 σφᾶς τε αὐτοὺς ἔκτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν.

由于大群人众在极度恐惧与混乱中奔逃,他们自相践踏残杀;峡谷深不见底,跌入其中的先头人员接连丧命,却未能给跟在后面的人提供灾祸的预警。

§4.12.24

ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππων τε καὶ ἀνθρώπων ἡ νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι.

然而,当峡谷堆满了死去的人马,从而铺就了一条从布尔高昂山通往另一座山的通道时,剩余的人踩踏着尸体前行,方才得以逃生。

§4.12.25

ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδείς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν ἢ πρὸς τῶν πολεμίων ἢ τύχης αὐτῷ ξυμβάσης τινός, ἀλλ’ ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο ταύτης.

在这场苦战中,据幸存的毛鲁西人坚称,他们死了五万人;而罗马人却无一人阵亡,甚至没有一人因敌击或意外事故而负伤,全军毫发无损地尽享了这场胜利。

§4.12.26

διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε.

蛮族的所有首领也都逃脱了,唯有埃斯迪拉萨斯在获得人身安全保证后向罗马人投降。

§4.12.27

γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο.

此外,罗马人虏获的妇女儿童战利品数量如此之多,以至于他们以一只羊的价钱,将毛鲁西儿童卖给任何愿意购买的人。

§4.12.28

καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται.

此时,幸存的毛鲁西人想起了他们妇女曾传下的神谕:他们的族群必将灭亡于一个无须之人之手。

§4.12.29

Τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε.

于是,罗马军队带着战利品和埃斯迪拉萨斯开进迦太基;而蛮族中侥幸未死之人,自认无法在拜扎凯纳立足,以免因人单势孤而遭相邻的利比亚人侵害,便随其首领前往努米底亚,投奔统治奥拉西翁山毛鲁西人的亚乌达斯寻求庇护。

§4.12.30

μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

唯有安塔拉斯所统领的毛鲁西人留在了拜扎凯纳;因为他在此期间始终恪守对罗马人的忠诚,遂与其部众安然无恙地留居当地。

语法注4 条
  1. 4.12.18μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας

    惯用习语“μὴ ὅτι A, ἀλλὰ καὶ B”(不仅A,甚至连B)。该结构由表示“且不说A”的省略句式发展为副词性短语,在此强调他们的登山行动不仅未被毛鲁西人察觉,甚至连全体罗马人也毫无所知。

  2. 4.12.20ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων

    修饰宾语补足语 τὴν τοῦ ὄρους ὑπερβολήν(山脊)的复合修饰结构。形容词 ἀνάπλεων(充塞)支配属格 ἀνδρῶν,随后的现在分词属格复数 ἐνδεικνυμένων 与 ἀνδρῶν 保持性数格一致(“挤满了展示罗马军旗的士兵”)。

  3. 4.12.22ἀναδραμεῖν ἔχοντες

    动词 ἔχω 与不定式(ἀναδραμεῖν)连用表示能力(“能够”,等同于 δύνασθαι)。与后文的 οὔτε ... ἰέναι [ἔχοντες] 呼应,表明敌军退路已被切断,既不能逃往山顶,亦无法下到平原。

  4. 4.12.23ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες

    意合一致(constructio ad sensum)结构。单数集合名词 ὅμιλος(人群)依据其实际意义上的复数概念,与复数阳性分词 φεύγοντες 及复数谓语动词 ἔκτεινον、ἔθνησκον 形成一致呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.12.17-4.12.30