← 普罗科皮乌斯

战史

§4.12.1-4.12.16

布尔高昂山对峙与所罗门的战前演说

战败的毛鲁西人再次倾巢而出蹂躏拜扎凯纳,所罗门率军赶赴地形险要的布尔高昂山与其对峙,并向因敌众我寡而惊惧的将士发表演说以振奋军心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12.1

οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι.

然而蛮族出于愤恨,倾巢出动,不留一人,再度进军讨伐罗马人,并开始蹂躏拜扎凯纳各处聚落,对落入其手的居民老幼不留。

§4.12.2

ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο.1 ἄρας οὖν κατὰ τάχος παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.

所罗门刚抵迦太基,便获悉蛮族已大举进犯拜扎凯纳,洗劫当地一切。于是他迅速拔营,率全军前往迎敌。

§4.12.3

γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι.

到达敌军驻扎的布尔高昂后,所罗门在敌军对面扎营数日,意欲一旦毛鲁西人下至平原,便立即发起交战。

§4.12.4

ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο (ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄει), ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ.

但见敌军始终固守山上,他便部署阵形,整顿军队准备作战;而毛鲁西人往后全然不打算下到平原与罗马人交锋(盖因一种无法抵御的恐惧早已袭上他们心头),反倒寄望于在山上能更容易在战事中克敌制胜。

§4.12.5

ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως ἔχον.

这座布尔高昂山大半险峻陡峭,向东的一面极为艰险难行,但向西的一面则易于攀登且坡度平缓。

§4.12.6

καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω,2 στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν.

两座巍峨的山峰高耸入云,在它们之间夹出一道极其狭窄、向下延伸至深不可测的峡谷。

§4.12.7

οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι· ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον οὗ δὴ εὐπρόσοδος ὁ Βουργάων ἦν.

蛮族将山顶弃置无人,自以为绝不会有敌军从该方向来袭;同样,他们也将布尔高昂山脚下便于通行的周边地带弃而不守。

§4.12.8

κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν.

他们驻扎在山腰一带按兵不动,以便敌军若仰攻发起战斗,他们居高临下,便可自头顶向敌人倾泻矢石。

§4.12.9

ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι.

他们在山上还备有大量马匹,既备溃逃之用,亦备一旦克敌制胜时实施追击。

§4.12.10

Σολόμων δέ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο.

所罗门见毛鲁西人不再愿在平原决战,同时罗马军队在荒僻之地因久驻受困而苦不堪言,遂急于在布尔高昂与敌军展开肉搏。

§4.12.11

ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε·

但他见麾下将士为数倍于上次战役的敌军人潮所慑,便召集全军,发表了如下讲话:

§4.12.12

“Τὸ μὲν δέος ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ’ αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν.

“敌军对你们所怀的恐惧,无需任何其他控告者,其自身行径带来的证据便已不打自招。

§4.12.13

ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας,3 ἀλλ’ εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας.

诸君想必亲眼得见,敌军虽集结数万之众,却不敢下到平地与我们交锋,对自己毫无信心,反倒遁入此地的险要地势之中。

§4.12.14

ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ ἡ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ.

因此,至少在眼下,完全没有督促激励你们的必要。因为凡是客观态势与敌人的孱弱已赋予其勇气之人,我认为丝毫无须言辞之助。

§4.12.15

τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσει ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν ὅ τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν.4

我只需提醒诸君一点:只要我们以昂扬斗志挺过这场交锋,在汪达尔人已遭平定、毛鲁西人亦落入同一命运之后,我们便可尽享全利比亚的财富,而无须再顾虑任何敌对力量。

§4.12.16

ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιοι βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.”

至于如何不让敌军居高临下打击你们,以及如何使这片地形不给我们造成任何损害,我自会筹划周全。”

语法注4 条
  1. 4.12.2ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο.

    主要动词 ἠγγέλλοντο 为传达类动词的被动式,与主格主语 βάρβαροι 构成人称结构(主语+不定式 ἐληλυθέναι καὶ ληίζεσθαι,而非通例的宾格不定式句)。句首的与格短语 Σολόμωνι ἐληλακότι 作为间接宾语或关涉与格,表示消息的接收者。

  2. 4.12.6καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω

    名词 σκοπέλω、形容词 ὑψηλώ、限定动词 ἀνέχετον 以及分词 ἐργαζομένω 均严格采用了双数形式(dual)。这是模仿古典阿提卡散文典雅拟古文风的典型体现。

  3. 4.12.13οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας

    动词 ἔχω 后接不定式 πιστεύειν,表可能之意(相当于 δύναμαι,“能够信任”)。分词 ἔχοντας 与前面的 οὐ τολμῶντας 以及后面的 καταφυγόντας 形成并列,均用作宾语补足分词,修饰宾格名词 τοὺς ἐναντίους。

  4. 4.12.15οὐδὲν ὅ τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν

    与格分词 ἔχουσιν 与非人称动词 λελείψεται 逻辑上的主语 ἡμῖν(与格)相一致。此处再次出现 ἔχω 接不定式(ἐννοεῖν)表示“能够考虑/担忧”之意,其宾语 οὐδὲν ὅ τι καὶ πολέμιον 为强调性的否定短语,意为“绝无任何敌对事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.12.1-4.12.16