- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.11.38-4.11.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
毛鲁西人首领激励士卒并发起进攻,其骆驼使罗马骑兵受惊溃散;但所罗门率先下马稳住步兵阵线,率众斩杀骆驼突破屏障,最终重创敌军夺取大胜。
“Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν,1 πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα.
“同伍的将士们,我们深知罗马人有着凡人之躯,亦是受铁器打击便会屈服之辈;因为就在不久前,我们将他们中最优秀的精锐,或用我们的长矛覆盖击杀,或生擒俘获作为我们自己的战俘。
τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν πάρεστι.
既然如此,显而易见,如今我们在数量上亦远胜于他们,足堪夸耀。
καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι, ἢ τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον.2
况且,我们的较量关乎最重大的前途:要么成为全利比亚的主人,要么沦为这帮狂妄之徒的奴隶。因此,在当下竭尽所能展现英勇,乃是我们势在必行之事。因为对那些背负存亡之危的人而言,若不具备最昂扬的气概,必招致毁灭。
τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ’ ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ’ ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται.3
此外,我们理当蔑视敌军的武装。因为他们若徒步向我们进逼,便绝不会轻捷灵动,反倒会为毛鲁西人的迅捷所制;至于他们的骑兵,骆驼的骇人模样令其战马惊恐,其嘶鸣压过战场的其他喧嚣,势必一如预料地使他们陷入混乱。
καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει.
如果有人念及他们对汪达尔人的胜利,便认为他们不可战胜,那便是判断失误。
ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δέ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον.
因为战局的胜负向来由统帅的能力或气运所决定;而造就汪达尔人覆灭的贝利撒留,神明如今已让他远离我们的前路。
ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ’ αὐτῶν πεποιήμεθα κράτος.
更何况,正是我们屡次击败汪达尔人并削弱其势力,才使得罗马人对他们的征服变得更为轻易、更有现成之利。
καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.”
因此在当下,只要你们在实战中奋勇杀敌,我们便有希望击败眼前的敌人。”
Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει.
毛鲁西人的首领们用这番话鼓舞部众之后,便发起了交锋。起初,罗马军中陷入了极大的混乱。
οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον.
因为他们的马匹因骆驼的嘶鸣和外貌而受惊,纷纷扬蹄人立,甩下骑手,绝大多数在彻底失序中四散奔逃。
καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον.
与此同时,毛鲁西人发起突击,投掷手中所有的小标枪,使罗马军中混乱不堪,在敌军既无法自卫亦无法维持阵列之时痛加击杀。
ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει.
随后,所罗门见此情景,率先跃下马背,并督促所有其他人照此行事。
καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν.
在他们下马后,所罗门命令其余人保持镇静,向前架起盾牌,承受敌军射来的投射物,坚守战阵;他自己则率领不少于五百名士兵,扑向圆阵的一角。
οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν.4
他命这批士兵拔出利剑,斩杀立于该处的所有骆驼。
τότε Μαυρούσιοι μὲν ὅσοι ἐκείνῃ ἐτετάχατο ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, ἐσβατὸς Ῥωμαίοις ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος ὅπερ ἄγχιστα ἦν ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον.
此时,驻守该处的毛鲁西人纷纷溃逃,随所罗门同往的士兵斩杀了约两百头骆驼;随着骆驼仆倒,圆阵随即对罗马人敞开了缺口。 罗马人奔袭冲入圆阵中央,即毛鲁西妇女们所坐之处;惊恐万状的蛮族退向最近的一座山岭,罗马人则尾随在极度混乱中溃逃的敌人并大肆斩杀。
καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν· γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο.
据说毛鲁西人在此役中战死一万人,所有的妇孺皆沦为奴隶之列。
καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄξοντες.
凡未被斩杀的骆驼,全被士兵们掠为战利品。就这样,罗马人携带着全部战利品开赴迦太基,以举行庆祝胜利的典礼。
- 4.11.38οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν
关系代词与格 οἷς 在此表原因或依据(“由于/鉴于……”),修饰前面的动词 μεμαθήκαμεν;其先行词未明确出现,起中性复数名词性从句的作用。
- 4.11.41μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον
在带有否定意味的谓语 ἀξύμφορον(“有害的/不利的”)之后,不定式 εἶναι 带有双重否定 μὴ οὐχί,构成“不具备最昂扬的气概便是不利的”(即必须保持最高勇气)的强语气肯定表达。
- 4.11.42καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται
该句核心结构为 ἥ τε ὄψις ... καὶ ἡ κραυγὴ ... καταστήσεται。两个并列主语(ὄψις 与 κραυγὴ)各带一个分词(ἐκπλήξασα 和 ὑπερηχοῦσα),主动词 καταστήσεται 用单数与邻近主语一致。αὐτοῖς 为表损害的与格,修饰 τὴν ἵππον。
- 4.11.52οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν
关系代词宾格 οὓς 指代前面的 στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους,与状语分词 ἀνελομένους 一致,充当不定式 κτείνειν 的逻辑主语,构成主语宾格加不定式结构(“命令他们拔剑斩杀……”)。
