← 普罗科皮乌斯

战史

§4.11.19-4.11.37

毛鲁西人的骆驼圆阵与所罗门的战前演说

毛鲁西人以骆驼围成圆阵安置妇孺,步兵列于驼间,骑兵伏于山中。所罗门为免遭腹背受敌而留出靠山一面,整队进逼,并向因先前失利而胆怯的罗马士兵发表激昂演说以鼓舞士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11.19

καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων· αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον.

女人们还通过磨利兵刃,为战士们分担了许多在阵线上的辛劳。男人们自己则作为步兵立于骆驼足间,手持盾牌、短剑以及惯常用来投掷的小标枪。他们中的一部分人则带着马匹在山中按兵不动。

§4.11.20

Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστησάμενος.

所罗门对毛鲁西人圆阵靠近山峰的那半侧未作布置,没有在那里配置任何人员。

§4.11.21

ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται.1

因为他担心山中的敌军下山突击,与圆阵中的敌军前后夹击,使部署在那个方位的队伍在交战中腹背受敌。

§4.11.22

ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε·

他将全部军力列阵抵御圆阵的剩余部分。

§4.11.23

“Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδέ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος μοίρᾳ γινέσθω.

当他看到士兵中多数人因埃甘与鲁菲努斯所遭遇的不幸而惊恐沮丧时,便欲唤起他们的勇气,发表了如下讲话: “曾与贝利撒留一同出征的将士们,切勿让对这些人的恐惧涌入你们心头;即使毛鲁西人集结了五万人曾战胜过五百名罗马人,也绝不可将此事视为你们的成例。

§4.11.24

ἀλλ’ ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι οὐ δίκαιον.

相反,当记起你们自己的英勇,并仔细思量:汪达尔人曾压制毛鲁西人,而你们在战事中毫不费力地征服了汪达尔人;征服强敌之人去畏惧弱者,是毫无道理的。

§4.11.25

καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων ἔθνος.

况且在战阵较量之中,毛鲁西人这一部族在全人类中堪称最为卑弱。

§4.11.26

γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα δυναμένας προβέβληνται.

因为他们大多数人赤身裸体,即便是拥有盾牌者,所持盾牌亦窄小简陋,根本无法抵挡迎面袭来的兵刃。

§4.11.27

καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν, αὐτόματοι ἐς φυγὴν τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ τὸ τοῦ πολέμου κράτος.

而且在掷出这两支小标枪后,他们若无所斩获,便会自行溃逃。因此,只要你们顶住蛮族的第一轮冲击,便可不费吹灰之力夺取战争的胜利。

§4.11.29

τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν2 ὁρᾶτε δήπου.

想必你们已看出,你们的武装相较于敌手有着何等巨大的优势。

§4.11.30

καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν· οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι.

除此以外,昂扬的斗志、强健的体魄、丰富的作战经验,以及由于已击败所有敌人而拥有的自信,皆属于你们;而毛鲁西人匮乏所有这一切,所依仗的唯有他们自身的乌合之众。

§4.11.31

ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς αὐτῶν ἡσσῶνται.

装备精良的少数人去战胜不谙战事的乌合之众,远比被他们击败要容易得多。

§4.11.32

τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ’ ἑαυτῷ πάρεστι,3 τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς τὰ πολλὰ περιίσταται.

因为对于英勇的士兵而言,信心源于自身;但对于怯懦之人,同伍群体的庞大人数往往只会演变成凶险的拥挤窒碍。

§4.11.33

καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκός, μείζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται.

况且,你们理当蔑视这些骆驼,它们既无法保护敌人,一旦受伤,理所当然还会成为敌阵中更大混乱与失序的根源。

§4.11.34

καὶ τὸ προπετὲς ὃ διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι ξυμβήσεται.

而敌军因先前的胜利所滋生的盲动冒进,最终亦将成为协助你们作战的因素。

§4.11.35

τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει, ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει. ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν.” ταῦτα μὲν Σολόμων εἶπεν.

因为与力量相称的胆魄或许多少能让行使它的人获益,但若超越了力量,便会将人引向危局。心中牢记这些,蔑视眼前的敌人,恪守肃静与严整的秩序;只要专注于此,我们便能更加容易、更加从容地战胜蛮族的杂乱无序。”所罗门言尽于此。

§4.11.37

Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο·

毛鲁西人的首领们亦见到蛮族因罗马人严整的军容而震慑失措,为了让部众重振勇气,便作了如下鼓动:

语法注3 条
  1. 4.11.21ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται

    带有 ποιέω 的双重宾格结构:“使 τοὺς ἐκείνῃ ταττομένους(部署在彼处的队伍)成为 ἀμφιβόλους(腹背受敌的、两面受攻的)”。形容词 ἀμφίβολος 在此作军事术语,指阵线遭到前后两面夹击的被动状态。

  2. 4.11.29τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν

    带有语序倒置(hyperbaton)的间接疑问句。修饰 τὸ διαλλάσσον 的属格短语 τῆς ὑμετέρας ὁπλίσεως(你们的武装的)为表强调而前置到疑问词之前(比较对象由 πρὸς τοὺς ἐναντίους 标示),间接疑问从句的主语是中性冠词分词 τὸ διαλλάσσον(差异、优胜之处),表语为 ἡλίκον(何等巨大)。

  3. 4.11.32ἐφ’ ἑαυτῷ πάρεστι

    介词 ἐπί 支配与格表示支配、依凭或权能所在,意为“取决于自身”、“掌握在自己手中”。这与后半句中懦夫(τῷ ἀνάνδρῳ)的情状受制于身旁的乌合之众(τὸ πλῆθος)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.11.19-4.11.37