← 普罗科皮乌斯

战史

§4.11.1-4.11.18

所罗门出征与马梅斯之役的对峙

得知鲁菲努斯阵亡的所罗门致信毛鲁西人首领斥责其背约,对方则谴责罗马人不义并决意抵抗。所罗门率全军前往比扎基乌姆,在马梅斯遭遇利用骆驼构筑圆阵防御的蛮族军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11.1

Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε·

所罗门获悉鲁菲努斯与埃甘所遭遇的不幸后,便积极筹备战事,并致信毛鲁西人的首领们,内容如下:

§4.11.2

“Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται.

“过去确曾有些人陷入狂妄并招致毁灭,他们此前并无凭借任何根据来断定自己的狂妄将导致何种结局。

§4.11.3

ὑμεῖς δέ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστί, τί ποτε ἆρα παθόντες1 χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι, καὶ ταῦτα2 ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι;

然而你们身边便有同住的汪达尔人作为显而易见的榜样,究竟受了何种蛊惑,竟决意向大王举起双手反抗,并抛弃自身的安危?更何况你们曾立下见于文书的最严正的誓言,并交出你们自己的子嗣作为恪守约定的质子!

§4.11.5

ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος;

抑或你们决意做出一番昭示,表明你们对神明、信义、血亲本身、自身安危或任何其他事物皆毫不在意?

§4.11.6

καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε;

然而,假使你们对待神明之事竟至如此,究竟信赖何方盟友才敢进犯罗马人的皇帝?

§4.11.7

εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε;

若你们出征是甘愿断送自己的子嗣,究竟有什么值得你们甘冒此险?

§4.11.8

ἀλλ’ εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα· εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων οἷς ἐλωβήσασθε καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.”

但若对先前之事的一丝悔意已涌入你们心头,便请来信告知,以便我们妥善处置既往之事;但若你们的狂热至今仍未平息,那就迎接罗马人的战火吧,它伴随着你们所践踏的誓言以及对你们子嗣的不义正向你们袭来。”

§4.11.9

Τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε· “Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι· Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς καὶ ξυμμάχους ἔχειν.

所罗门所书如此。毛鲁西人则答复如下:“贝利撒留曾以盛大的许诺欺蒙我们,劝诱我们归顺查士丁尼皇帝;但罗马人未曾将任何福祉分给我们,反在饥荒困扰我们之际,妄图将我们当作朋友与盟友。

§4.11.10

ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι3 προσήκει.

因此,被称作背信弃义者,理当更切合你们而非毛鲁西人。

§4.11.11

λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ’ ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται.

因为背弃条约者,并非那些遭受不公、公然指责邻人而脱离臣属的人,而是那些要求将他人置于盟约之下、随后却施加暴虐的人。

§4.11.12

καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ’ ἑτέρους χωροῖεν, ἀλλ’ ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται.

而使神明成为仇敌者,并非那些为了索回自身之物而向他人进军的人,而是那些觊觎他人产业而身陷战祸之险的人。

§4.11.13

παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη· ἡμᾶς γάρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.”

不过,对于子嗣之事,倒该由你们操心,因你们必须仅娶一妻;至于我们,纵使有五十名妻子同居一处亦属平常,绝不会缺乏子嗣后代。”

§4.11.14

Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον ᾔει.

所罗门读罢此信,决定率全军进讨毛鲁西人。在妥善安置迦太基的事务后,他统领大军前往比扎基乌姆。

§4.11.15

γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο.

他抵达名为马梅斯的地方,即我方才提及的毛鲁西人四位首领扎营之处,并在那里立下了栅栏营地。

§4.11.16

ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε.

该处有崇山峻岭,山脚周围地势平坦,蛮族便在此处准备应战,并按如下方式列阵。

§4.11.17

κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν.4

他们用骆驼围成一个圆圈——正如前文所述卡巴翁亦曾如法炮制那般——阵型纵深大约有十二头骆驼的厚度。

§4.11.18

καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός· ʽτοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τροφῆς ἐπιμελοῦνται·

他们将妇女与儿童安置在圈内;因为毛鲁西人的习俗是将少数妇女携同儿童带入战线,她们为战士构筑工事与茅舍,熟练地料理马匹,并负责照管骆驼与粮秣。

语法注4 条
  1. 4.11.3τί ποτε ἆρα παθόντες

    短语 τί παθών(此处为复数 παθόντες)是古典希腊语中询问动机或不合常理行为的原由的习用表达,意为“究竟受了何种蛊惑/出于何种缘故竟……”,将疑问代名词 τί 与 πάσχω 的不定过去时分词结合,以此质问做出该行动的心态。

  2. 4.11.4καὶ ταῦτα

    习语 καὶ ταῦτα 与分词(δόντες 及 παρασχόμενοι)连用,表示“更何况是在……的情况下”或“并且还是在……之后”,用以强化与前述主句行为之间的矛盾或让步色彩。

  3. 4.11.10τὸ μὴ πιστοῖς καλεῖσθαι

    冠词+不定词结构(τὸ ... καλεῖσθαι)作非人称动词 προσήκει 的主语。不定词的表语 πιστοῖς 取与格而非宾格,是因为受到 προσήκει 所支配的与格(ὑμῖν / Μαυρουσίοις)的格同化(attraction)。

  4. 4.11.17κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν

    κατὰ δυοκαίδεκα 是表示概数或分配的介词短语(“约十二头”)。βάθος 为表方面的宾格(“在纵深上”),τοῦ μετώπου 则是起点/参照属格,表示从前沿量起的纵深。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.11.1-4.11.18