- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.10.13-4.10.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了迦南原住民在约书亚征服巴勒斯坦后逃往利比亚的渊源及蒂吉西斯的腓尼基铭文,随后概述了迦太基的建立以及毛鲁西人与迦太基、罗马和汪达尔人关系的演变。
Ἐπειδὴ Ἑβραῖοι ἐξ Αἰγύπτου ἀνεχώρησαν καὶ ἄγχι τῶν Παλαιστίνης ὁρίων ἐγένοντο, Μωσῆς μὲν σοφὸς ἀνήρ, ὃς αὐτοῖς τῆς ὁδοῦ ἡγήσατο. θνήσκει, διαδέχεται δὲ τὴν ἡγεμονίαν Ἰησοῦς ὁ τοῦ Ναυῆ παῖς, ὃς ἔς τε τὴν Παλαιστίνην τὸν λεὼν τοῦτον εἰσήγαγε καὶ ἀρετὴν ἐν τῷ πολέμῳ κρείττω ἢ κατὰ ἀνθρώπου φύσιν ἐπιδειξάμενος τὴν χώραν ἔσχε.
当希伯来人离开埃及、临近巴勒斯坦的边界时,引导他们前行的智者摩西去世,嫩的儿子约书亚继承了领袖之位;他率领这支民众进入巴勒斯坦,并在战争中展现出超越常人天性的勇武,夺取了那片土地。
καὶ τὰ ἔθνη ἅπαντα καταστρεψάμενος τὰς πόλεις εὐπετῶς παρεστήσατο, ἀνίκητός τε παντάπασιν ἔδοξεν εἶναι.
他征服了所有的部族,轻而易举地使各城邦归降,显出完全不可战胜之势。
τότε δὲ ἡ ἐπιθαλασσία χώρα ἐκ Σιδῶνος μέχρι τῶν Αἰγύπτου ὁρίων Φοινίκη ξύμπασα ὠνομάζετο.
当时,从西顿直到埃及边界的整个沿海地区,统称为腓尼基。
βασιλεὺς δὲ εἷς τὸ παλαιὸν αὐτῇ ἐφειστήκει, ὥσπερ ἅπασιν ὁμολογεῖται οἳ Φοινίκων τὰ ἀρχαιότατα ἀνεγράψαντο.
在古代,曾有一位君王统领该地,凡记载腓尼基最古老历史的人对此皆无异议。
ἐνταῦθα ᾤκηντο ἔθνη πολυανθρωπότατα, Γεργεσαῖοί τε καὶ Ἰεβουσαῖοι καὶ ἄλλα ἄττα ὀνόματα ἔχοντα, οἷς δὴ αὐτὰ ἡ τῶν Ἑβραίων ἱστορία καλεῖ.
在那里曾居住着人口极为繁盛的部族,即革迦撒人、耶布斯人,以及希伯来历史所称呼的具有其他名称的部族。
οὗτος ὁ λεὼς ἐπεὶ ἄμαχόν τι χρῆμα1 τὸν ἐπηλύτην στρατηγὸν εἶδον, ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες ἐπ’ Αἰγύπτου ὁμόρου οὔσης ἐχώρησαν.
这支民众见入侵的将领是无可匹敌的力量,便离开祖传的故土,前往与其接壤的埃及。
ἔνθα χῶρον οὐδένα ἱκανὸν σφίσιν ἐνοικήσασθαι εὑρόντες, ἐπεὶ ἐν Αἰγύπτῳ πολυανθρωπία ἐκ παλαιοῦ ἦν, ἐς Λιβύην ἐστάλησαν.
因埃及自古便人口稠密,他们在那里找不到足够容纳自己居住的土地,于是便前往利比亚。
πόλεις τε οἰκήσαντες πολλὰς ξύμπασαν Λιβύην μέχρι στηλῶν τῶν Ἡρακλείων ἔσχον, ἐνταῦθά τε καὶ ἐς ἐμὲ τῇ Φοινίκων φωνῇ χρώμενοι ᾤκηνται.
他们建立了许多城邑,占领了直至赫拉克勒斯之柱的整个利比亚;他们定居于该处,直到我的时代仍在使用腓尼基人的语言。
ἐδείμαντο δὲ καὶ φρούριον ἐν Νουμιδίᾳ, οὗ νῦν πόλις Τίγισίς ἐστί τε καὶ ὀνομάζεται.
他们还在努米底亚建造了一座要塞,即如今名为蒂吉西斯的城邑所在之处。
ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποιημέναι ἄγχι κρήνης εἰσὶ τῆς μεγάλης, γράμματα Φοινικικὰ ἐγκεκολαμμένα ἔχουσαι τῇ Φοινίκων γλώσσῃ λέγοντα ὧδε· “Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ2 τοῦ λῃστοῦ υἱοῦ Ναυῆ.” ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον ᾠκημένα, οἳ διὰ τὸ ἐκ παλαιοῦ ἐνταῦθα ἱδρῦσθαι αὐτόχθονες εἶναι ἐλέγοντο.
在那里的大泉附近立有两根用白石制成的石柱,上面刻有腓尼基文字,用腓尼基语如此写道:“我们是躲避嫩之子盗匪约书亚的面容而逃奔于此的人。” 此前在利比亚亦有其他部族居住,因自古便定居于此,被称为土著居民。
καὶ ἀπ’ αὐτοῦ Ἀνταῖον, τὸν αὐτῶν βασιλέα, ὃς ἐν Κλιπέᾳ Ἡρακλεῖ ἐπάλαισε, τῆς γῆς υἱὸν ἔφασαν εἶναι.
正因如此,他们声称在克利佩亚与赫拉克勒斯摔跤的本族国王安泰俄斯乃是大地之子。
χρόνῳ δὲ ὕστερον καὶ ὅσοι μετὰ Διδοῦς ἐκ Φοινίκης ἀνέστησαν ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους3 ἀφίκοντο. οἳ δὴ αὐτοῖς Καρχηδόνα κτίσαι τε καὶ ἔχειν ἐθελούσιοι ξυνεχώρησαν.
后来,随狄多离开腓尼基的人也来到居住在利比亚的这些人处,如同投奔同族;后者便欣然应允他们建立并拥有迦太基。
προϊόντος δὲ τοῦ χρόνου ἡ τῶν Καρχηδονίων δύναμις μεγάλη ἐγίνετο καὶ πολυάνθρωπος.
随着时间的推移,迦太基人的势力日益壮大,人口日渐繁多。
μάχης τε σφίσι γενομένης πρὸς τοὺς ὁμόρους, οἳ πρότεροι, ὥσπερ ἐρρήθη, ἐκ Παλαιστίνης ἀφίκοντο καὶ τὰ νῦν Μαυρούσιοι καλοῦνται, ἐκράτησάν τε αὐτῶν οἱ Καρχηδόνιοι καὶ ὡς ἀπωτάτω οἰκεῖν Καρχηδόνος ἠνάγκασαν.
当他们与邻邦——即如前所述先前从巴勒斯坦迁来、如今被称为毛鲁西人者——发生交战时,迦太基人战胜了他们,并强迫他们迁移到距迦太基尽可能遥远的地方居住。
ἔπειτα δὲ Ῥωμαῖοι πάντων καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι Μαυρουσίους μὲν ἐς τὰς ἐσχατιὰς τῆς ἐν Λιβύῃ οἰκουμένης χώρας ἱδρύσαντο, Καρχηδονίους δὲ καὶ Λίβυας τοὺς ἄλλους κατηκόους σφίσιν ἐς φόρου ἀπαγωγὴν ἐποιήσαντο.
其后,罗马人在战争中战胜一切对手,将毛鲁西人安置在利比亚适居之地的边陲,而将迦太基人及其他利比亚人纳为臣属,令其纳贡。
ὕστερον δὲ οἱ Μαυρούσιοι πολλὰς κατὰ Βανδίλων νίκας ἀνελόμενοι Μαυριτανίαν τε τὴν νῦν καλουμένην ἐκ Γαδείρων μέχρι τῶν Καισαρείας ὁρίων τείνουσαν καὶ Λιβύης τῆς ἄλλης τὰ πλεῖστα ἔσχον. τὰ μὲν δὴ τῆς Μαυρουσίων ἐν Λιβύῃ ἐνοικήσεως ταύτῃ πη ἔσχε.
再后来,毛鲁西人多次击败汪达尔人,占据了自加德伊拉延展至凯撒里亚边界的如今所谓的毛里塔尼亚,以及利比亚其余地区的大部。关于毛鲁西人在利比亚的定居,情况大致如此。
- 4.10.18ἄμαχόν τι χρῆμα
这是希腊语的惯用表达,不定代词 τι 与 χρῆμα(“事物”)连用并与形容词 ἄμαχος 结合,表示“绝非人力所能抗拒的极其可怕之物/力量”。在此作宾语 τὸν ἐπηλύτην στρατηγόν 的谓语性补足语。
- 4.10.22ἀπὸ προσώπου Ἰησοῦ
介词短语 ἀπὸ προσώπου(“从……的面容前”)模仿了闪米特语/希伯来语习语(מִפְּנֵי)在《七十士译本》中的字面直译表达,体现了引文中腓尼基语铭文的原有语风。
- 4.10.25ἅτε πρὸς ξυγγενεῖς τοὺς ἐν Λιβύῃ ᾠκημένους
原因连词 ἅτε(“作为……”、“既然是……”)修饰介词短语 πρὸς ξυγγενεῖς 并说明动词 ἀφίκοντο,而 τοὺς ἐν Λιβύῃ ᾠκημένους 则同格限定 ξυγγενεῖς(“向同胞、即定居于利比亚的那些人处”)。
