- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:4.1.1-4.1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖利默率汪达尔军进逼迦太基,切断引水道并策反匈人;贝利撒留处死内奸以绝叛乱,安抚并誓约拢络匈人,在修竣城墙并做好防备后向全军发表讲话。
Γελίμερ δέ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τὸ στράτευμα.
盖利默见汪达尔人悉数集结于一处,遂率军向迦太基进发。
γενόμενοί τε αὐτῆς ἄγχιστα τόν τε ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσάμενοι ὑπεχώρησαν, ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τῶν πολεμίων.
他们来到距城极近之处,拆毁了那座将水引入城内的宏伟水道;在扎营驻留一段时间后,见敌人无一人出城迎战,便撤退了。
περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τάς τε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόνα πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντο οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ’ ὡς οἰκείας μετεποιοῦντο.
他们巡查那一带的村野,扼守各条道路,自以为通过这种方式围困了迦太基;但他们既不掠夺财物,也不毁坏田野,反而将其当作自家的产业来对待。
ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθαι σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίων τε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν ὅσοις ἡ τοῦ Ἀρείου δόξα ἤσκητο.
与此同时,他们也期望迦太基人自身以及那些奉行阿里乌斯教说的罗马士兵中能生出叛变。
πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθὰ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλους τε καὶ ξυμμάχους γενέσθαι σφίσιν.
他们还遣使前往匈人首领处,许诺他们将从汪达尔人那里获得丰厚的好处,恳求他们成为自己的盟友和伙伴。
οἱ δὲ οὐδὲ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματα ἔχοντες ἅτε οὐδὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντες ʽἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότα τε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότα οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον̓, λόγους τε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι.
匈人原本就对罗马人的事业心怀不满,且本非自愿前来结盟(因为他们声称罗马将军彼得立下誓言却全然不顾所立之誓,硬将他们带到了拜占庭),于是接纳了汪达尔人的提议,并约定一旦进入真正的战场,就与他们一同倒戈攻击罗马军。
ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων (ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ ὁ περίβολος οὔπω ἐτετέλεστο ἅπας) ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι,1 τὰ δὲ ἔνδον ὡς ἄριστα ἐξηρτύετο.
贝利撒留对此一切皆有疑虑(因为他已从降兵口中听闻,同时外围城墙也尚未全数完工),认为眼下绝不应当出城迎战敌军,而是在城内尽全力整饬防务。
καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳ τε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ’ αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο.
他又将一名涉嫌叛变并被自家文书检举揭发、名为劳鲁斯的迦太基人钉死在城前的一座小丘上;由此,其余之人陷入无可抗拒的恐惧之中,不再敢尝试背叛。
τοὺς δὲ Μασσαγέτας δώροις τε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη, ἐφ’ ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται.2 ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι· δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ’ αὐτοῦ ἀναγκάζοιντο3 ἐν Λιβύῃ γηράσκοντες θνήσκειν· καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτήν, ἐν φροντίδι εἶναι.
对于马萨革泰人,贝利撒留每日以礼物、宴席及种种迎合奉承加以抚慰,说服他们向自己全盘托出盖利默为令其在交锋之际懈怠怯战而许诺给他们的一切条件。 这些蛮族人坦言,自己根本无心参战;因为他们唯恐一旦汪达尔人落败,罗马人将不遣返他们回归故里,反倒强迫他们留在此地、在利比亚终老而死;此外他们也担忧战利品会被剥夺。
τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον.
于是贝利撒留向他们立下担保:一旦汪达尔人被彻底击溃,他们将立刻带上全部战利品被遣送还乡。通过这种方式,他以誓言约束他们,务必竭尽全力共同打赢这场战争。
Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ στράτευμα ἔλεξε τοιάδε·
待一切皆已筹备妥当,城墙也已完工之际,他召集全体军队,发表了如下讲话:
- 4.1.7ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι
形容词中性复数 ἐξιτητά(具动形容词性质)连同动作主体与格 σφίσιν 构成非人称结构,意为“出击迎敌对他们而言是可能的/应当的”。否定词 οὐκ 修饰 ᾤετο,全句意为“他认为眼下他们不应出击迎敌”。
- 4.1.10ἐφ’ ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται
短语 ἐφ’ ᾧ 后接虚拟式 γένωνται,引导条件或约文,意为“以他们在交锋(ξυμβολή)之际表现怯弱/消极怠工(κακοί)为条件”。
- 4.1.10δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ’ αὐτοῦ ἀναγκάζοιντο
在由惧怕动词 δεδιέναι 引导的 μὴ 从句中,将来时直陈式 οὐκ ἀποπέμψονται 与祈愿式 ἀναγκάζοιντο 借由 ἀλλά 并列。前者以将来时生动表现对必然结局的恐惧,后者则以间接引语的祈愿式表现可能面临的强制。
