← 普罗科皮乌斯

战史

§3.25.16-3.25.26

茨阿宗的回援与布拉平原的会师

盖利默敦促茨阿宗弃岛火速回援;茨阿宗所部迅速班师至布拉平原汇合,两军在无尽的沉痛中相拥饮泣,完成了无言的重逢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25.16

οἱ δὲ κάθηνται, τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν ἀνταλλαξάμενοι1 καὶ πάντων χρημάτων, ἡμῖν τε ἀπολέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ εἰς ὑμᾶς ἐλπὶς καθίσασα εἴργει.

至于留存下来的人,他们以抛弃妻儿和全部财产为代价换取了不在艰险中英勇奋战,如今呆坐无为;留给我们的只剩下布拉平原,对你们的期望将我们置于此地并束缚于此。

§3.25.17

ἀλλὰ σὺ τυραννίδα τε καὶ Σαρδὼ καὶ τὰς περὶ ταῦτα φροντίδας ἐάσας ὅτι τάχιστα παντὶ τῷ στόλῳ εἰς ἡμᾶς ἧκε. οἷς γὰρ ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τἄλλα ἀκριβολογεῖσθαι ἀξύμφορον.

因此,请你抛开叛乱、撒丁岛以及有关这一切的忧虑,尽快率全舰队赶赴我们这里。因为凡在根本大局上身陷危难之人,对细枝末节锱铢必较是毫无益处的。

§3.25.18

κοινῇ δὲ τὸ λοιπὸν ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους ἢ τύχην τὴν προτέραν ἀνασωσόμεθα, ἢ κερδανοῦμεν τὸ μὴ ἀλλήλων χωρὶς τὰ ἐκ τοῦ δαιμονίου ἐνεγκεῖν δύσκολα.”

此后我们并肩抗击敌人,要么收复昔日的幸运,要么至少能落得不必彼此分离去承受神明降下的灾殃。”

§3.25.19

Ταῦτα ἐπεὶ Τζάζων εἶδέ τε ἀπενεχθέντα καὶ ἐς τοὺς Βανδίλους ἐξήνεγκεν, ἔς τε οἰμωγὰς καὶ ὀλοφύρσεις ἐτράποντο, οὐ μέντοι ἐκ τοῦ ἐμφανοῦς, ἀλλ’ ὡς ἔνι μάλιστα ἐγκρυφιάζοντές τε καὶ τοὺς νησιώτας λανθάνοντες σιωπῇ ἐφ’ ἑαυτῶν τὰ παρόντα σφίσιν ὠδύροντο.

茨阿宗得见送达的书信并将之宣示给汪达尔人后,他们便陷入悲泣与哀号之中;然而他们并未公然表现出来,而是竭力隐匿,瞒过岛民的耳目,在沉默中独自为自身的现状悲泣。

§3.25.20

καὶ αὐτίκα μὲν τὰ ἐν ποσίν, ὥς πη ἔτυχε, διαθέμενοι τὰς ναῦς ἐπλήρουν.

他们随即仓促收拾手头事务,无论办得如何,便登上了船。

§3.25.21

ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν ἣ Νουμίδας τε καὶ Μαυριτανοὺς διορίζει.

他们率全舰队自彼处启航,第三日便抵达划分努米底亚与毛里塔尼亚边界的利比亚海岸。

§3.25.22

καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι.

随后他们徒步行军抵达布拉平原,在彼处与其余军队汇合。在那里,汪达尔人经历了许多极堪怜悯之事,以至于我已无法用言语充分描摹。

§3.25.23

οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλους τε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο.2

因为依我看来,即便敌人自身中碰巧有人目睹此景,恐怕当时他本人也会对汪达尔人以及人类的命运深表哀怜。

§3.25.24

ὅ τε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν τῷ τραχήλῳ περιεβαλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶχον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον, καὶ Βανδίλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ ταὐτὰ ἐποίει.

盖利默与茨阿宗一搂住对方的脖颈,此后便无论如何也无法松手,两人未对彼此说一句话,只是紧握双手痛哭;盖利默身边的每个汪达尔人也都抱住从撒丁岛归来的某人,做出同样举动。

§3.25.25

χρόνον τε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες, ἡδονῆς τῆς ἐνθένδε ἀπώναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα3 ʽἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθεν σφίσι σπουδαιότατα δόξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν’ οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανὸς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμπεσόντα ἐγίνετο.

他们长久地紧紧相拥如同长在一起,享受到由此而来的喜悦;盖利默身边的人没有打听戈达斯的事——因为当下的厄运令他们心神震悚,将先前以为极其重大之事归入了如今完全被忽视之列——从撒丁岛归来的人也不以为需要询问在利比亚发生的变故;因为仅凭该处的境况便足以昭示所降临的祸患。

§3.25.26

οὐ μὴν οὐδὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. ταῦτα μὲν δὴ ταύτῃ πη ἔσχεν.

他们甚至对自己的妻子或子女亦绝口不提,深知若有人不在此处,显然不是已然丧命,便是落入了敌手。这些事情大体上便是如此收场。

语法注3 条
  1. 3.25.16τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν ἀνταλλαξάμενοι

    交换动词 ἀνταλλάττομαι 遵循“以属格代价值换取对格事物”的句式。此处对格的冠词不定式短语 τὸ μὴ ... ἀνδραγαθίζεσθαι(在艰苦中不勇战)为其换得之物,而属格的 παίδων τε καὶ γυναικῶν...(妻儿与全部财产)则是被舍弃付出的代价。此句带有对留在当地的汪达尔人怯懦退缩的强烈反讽。

  2. 3.25.23εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς ... ᾠκτίσατο

    条件从句使用直陈式完成时 τετύχηκε 假设过去的一种情况,结果主句则由 ἄν 与直陈式不定过去时 ᾠκτίσατο 构成与过去事实相反的虚拟(反事实条件句),意为“即便敌人自身中碰巧有人成了目击者,恐怕他本人也会感到哀怜”。

  3. 3.25.25οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα

    在 περὶ τοῦ Γώδα 之后,承前省略了表示询问或言谈的动词(如 ἠρώτων 等),与后文并列从句中的 ἐρωτᾶν τι ἠξίουν(过问任何事)形成平行呼应。中间插入了长插入语(ἐπεὶ αὐτοὺς ...),但骨干结构清晰明了,即“盖利默身边的人未[打听]戈达斯,而撒丁岛来的人也不愿探问利比亚的变故”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.25.16-3.25.26