- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.9.11-3.9.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼接连致书盖利梅尔,要求释放伊尔德里克等人并和平履约,但遭盖利梅尔断然驳斥;皇帝遂决意尽快结束波斯战事,并召见贝利撒留秘密筹划远征利比亚。
μήτε οὖν ἐργάσῃ περαιτέρω κακὸν μήτε τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν τοῦ τυράννου προσηγορίαν,1 βραχεῖ προτερεύουσαν χρόνῳ.
因此,切勿再作恶事,切莫用国王的称号去换取仅在时间上稍许领先的僭主头衔。
ἀλλὰ τοῦτον μέν, ἄνδρα ὅσον οὔπω τεθνηξόμενον, ἔα φέρεσθαι τῷ λόγῳ τὴν τῆς βασιλείας εἰκόνα, σὺ δὲ ἅπαντα πρᾶττε ὅσα βασιλέα πράττειν εἰκός· προσδέχου τε ἀπὸ τοῦ χρόνου καὶ τοῦ Γιζερίχου νόμου μόνον λαβεῖν τὸ τοῦ πράγματος ὄνομα.
不如听凭这位行将就木之人保留名义上的王权之位,而由你来推行所有合乎国王身份的政务,只待从时间和盖泽里克的法令中接受这桩事实的名义。
ταῦτα γάρ σοι ποιοῦντι τά τε ἀπὸ τοῦ κρείττονος εὐμενῆ ἔσται καὶ τὰ παρ’ ἡμῶν φίλια.”
若你依此而行,上天必赐予你恩惠,我等亦将与你结下友谊。”
Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Γελίμερ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε, καὶ τόν τε Ὁάμερα ἐξετύφλωσε τόν τε Ἰλδέριχον καὶ Εὐαγέην ἐν μείζονι φυλακῇ ἐποιήσατο, ἐπικαλέσας φυγὴν ἐς Βυζάντιον μελετᾶν.
国书所载大致如此。然而盖利梅尔却令使者无功而返,并将霍阿梅尔弄瞎,将伊尔德里克和埃瓦格斯投入更严密的囚室,诬称他们企图逃往拜占庭。
ὡς δὲ καὶ ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, πρέσβεις ἑτέρους πέμψας ἔγραψε τάδε “Ἡμεῖς μὲν οἰόμενοί σε οὔποτε τῆς ἡμετέρας συμβουλῆς ἀπ’ ἐναντίας ἥξειν ἐγράψαμέν σοι τὴν ἐπιστολὴν τὴν προτέραν.
查士丁尼皇帝闻听此事后,派遣了另一批使节,致书如下:“我们原以为你绝不会违背我们的劝告,故而写下了前一封信函。
ἐπεὶ δὲ ἀρέσκει σοι τὴν βασιλείαν οὕτω κεκτῆσθαι ὡς νῦν ἔχεις λαβών, ἀπόλαβε ὅ τι ἂν ἐξ αὐτῆς ὁ δαίμων διδῷ.
然而,既然你执意以目前篡夺在手的方式占有王位,那便任由神意从中赐予你何种结局,你就承受何种结局吧。
σὺ δὲ Ἰλδέριχόν τε καὶ Ὁάμερα τὸν πηρὸν καὶ τούτου τὸν ἀδελφὸν ὡς ἡμᾶς πέμπε, παραψυχὴν ἕξοντας ἣν ἔχειν εἰσὶ δυνατοὶ ὅσοι τὴν βασιλείαν ἢ τὴν ὄψιν ἀφῄρηνται· ὡς οὐκ ἐπιτρέψομέν γε, ἢν μὴ ταῦτα ποιῇς. ἐνάγει γὰρ ἡμᾶς ἡ ἐλπὶς ἣν εἰς τὴν ἡμετέραν φιλίαν ἔσχον.
不过,请将伊尔德里克、致残失明的霍阿梅尔及其兄弟遣送至我们这里,让他们得以享有被剥夺了王位或双目之人所能获得的慰藉;若你不遵照执行,我们决不罢休,因为他们寄托于我们友谊上的希望驱使着我们。
αἵ τε σπονδαὶ ἡμῖν αἱ πρὸς Γιζέριχον ἐκποδὼν στήσονται. τῷ γὰρ ἐκδεξαμένῳ τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες.”2
我们与盖泽里克所立的条约亦不会成为阻碍;因为我们进军绝非为了攻打继承其王统之人,而是为了尽全力替他复仇伸冤。”
Ταῦτα Γελίμερ ἀναλεξάμενος ἠμείβετο τοῖσδε “Βασιλεὺς Γελίμερ Ἰουστινιανῷ βασιλεῖ. οὔτε βίᾳ τὴν ἀρχὴν ἔλαβον οὔτε τί μοι ἀνόσιον ἐς ξυγγενεῖς τοὺς ἐμοὺς εἴργασται.
盖利梅尔读罢,答复如下:“国王盖利梅尔致查士丁尼皇帝:我既未用武力夺取政权,亦未对自己的亲族做出任何不敬之举。
Ἰλδέριχον γὰρ νεώτερα πράσσοντα ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων ἔθνος· ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά γε τὸν νόμον τὰ πρεσβεῖα διδούς.
盖因伊尔德里克企图背叛颠覆盖泽里克家族,汪达尔全体臣民才废黜了他;而时运正依法律赐我长者之序,召我登基为王。
τὴν δὲ ὑπάρχουσαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας.
每个人治理好本属于自己的国家方为美事,切不可将他人的事务据为己任。
ὥστε καὶ σοὶ βασιλείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον· λύοντι δέ σοι τὰς σπονδὰς καὶ ἐφ’ ἡμᾶς ἰόντι ἀπαντήσομεν ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν ἔχεις.” ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι’ ὀργῆς Γελίμερα, ἔτι μᾶλλον ἐς τὴν τιμωρίαν ἐπῆρτο. καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καί (ἦν γὰρ ἐπινοῆσαί τε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαι) παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς.3
是以,你既拥有一国帝位,肆意横加干涉便是不义;倘若你撕毁和约进犯我们,我们将竭尽全力迎战,并请那曾由芝诺所起的誓言为证——你正是继承并掌握着芝诺的皇权。” 查士丁尼皇帝接到这封信后,本已对盖利梅尔怒火中烧,此刻更坚定了惩戒之心。他决定以最快速度结束波斯战事,转而远征利比亚;(由于他思虑机敏且执行决断毫不迟疑)东方军统帅贝利撒留应召来到御前,皇帝既未事先告知他本人、亦未向任何其他人透露他将出任征讨利比亚的统帅,表面上反倒免去了他此前所担任的军职。
γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαί, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
与波斯之间的和约旋即缔结,正如此前篇章中所记述的那样。
- 3.9.11τοῦ βασιλέως ὀνόματος ἀνταλλάξῃ τὴν τοῦ τυράννου προσηγορίαν
动词 ἀνταλλάσσω 采用宾格表示换取之物、属格表示付出之代价的构词结构。此处意为切勿付出“国王的名分(属格)”去换得“僭主的头衔(宾格)”。
- 3.9.19τῷ γὰρ ἐκδεξαμένῳ τὴν ἐκείνου βασιλείαν ἐρχόμεθα οὐ πολεμήσοντες, ἀλλὰ τὰ δυνατὰ τιμωρήσοντες
与格分词 τῷ ἐκδεξαμένῳ(继承王统者)同时受两个接续的将来分词支配。与 πολεμήσοντες 连用时作敌对对象(不利与格),与 τιμωρήσοντες(遵循 τιμωρέω τινί 句式)连用时则作受庇护或雪耻的对象(利益与格),体现了同一格在对偶中的语意转换。
- 3.9.25οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς
前半句的 προειρημένον 为非人称的中性独立宾格(accusative absolute),引导 ὅτι 宾语从句(意为“并未事先向他或其他人宣告……”);后半句则通过 ἀλλὰ 转接至直陈语气过去完成时(παραλέλυτο),在句法结构上形成了从分词句向限定动词句过渡的不规则破格。
