← 普罗科皮乌斯

战史

§3.10.1-3.10.14

远征利比亚计划与卡帕多西亚的约翰之谏

查士丁尼公布远征利比亚的意图,令官吏与将士大为惊惶;禁卫军统领卡帕多西亚的约翰挺身而出,向皇帝陈述此役的重重险阻并予以力谏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

Βασιλεὺς δὲ Ἰουστινιανός, ἐπεί οἱ τά τε οἴκοι καὶ τὰ ἐς τοὺς Πέρσας ὡς ἄριστα εἶχε, τὰ ἐν Λιβύῃ πράγματα ἐν βουλῇ ἐποιεῖτο.

查士丁尼皇帝在见国内事务与对波斯局势均已安排妥帖之后,便将利比亚的事务提上商议日程。

§3.10.2

ἐπεὶ δὲ ἐς τὰς ἀρχὰς ἐξήνεγκεν ὡς στρατιὰν ἀγείροι ἐπὶ Βανδίλους τε καὶ Γελίμερα, οἱ πλεῖστοι ἤδη ἐδυσχέραινόν τε καὶ ἐν ξυμφορᾷ ἦσαν, τόν τε Λέοντος τοῦ βασιλέως στόλον καὶ τὸ τοῦ Βασιλίσκου πάθος ἀνανεούμενοί τε καὶ ἀποστοματίζοντες στρατιώτας μὲν ὅσοι ἀπέθανον, χρήματα δὲ ὅσα τὸ δημόσιον ὦφλε.

当他向官员们宣布自己将征集大军讨伐汪达尔人及盖利梅尔时,大多数人顿时满心不悦,陷入沮丧之中;他们重提并口口相传当年利奥皇帝的远征舰队与巴西利斯库斯的惨败,提及有多少士兵阵亡,国库又蒙受了多么巨大的资财亏空。

§3.10.3

μάλιστα δὲ ἤλγουν τε καὶ περιώδυνοι τῇ μερίμνῃ ἐγίνοντο ὅ τε τῆς αὐλῆς ἔπαρχος, ὃν δὴ πραίτωρα καλοῦσι Ῥωμαῖοι, καὶ ὁ τοῦ ταμιείου ἡγούμενος καὶ ὅτῳ ἄλλῳ φόρου ξυλλογὴ δημοσίου ἢ βασιλικοῦ ἐπετέτακτο, λογιζόμενοι ὅτι αὐτοῖς εἰς τὴν τοῦ πολέμου χρείαν δεήσει ἄμετρα φέρουσιν οὔτε ξυγγνώμης τινὸς οὔτε ἀναβολῆς ἀξίοις εἶναι.1

其中尤感痛心并为忧虑所困扰的,乃是宫廷禁卫军统领——罗马人称之为普赖托尔者——以及国库主管,凡被委以征集国家或皇室赋税之人皆然;他们估量着,为应付战事需求,自己必须上缴无止境的金钱,且得不到任何宽恕或延期的余地。

§3.10.4

τῶν δὲ στρατηγῶν αὐτὸς ἕκαστος στρατηγήσειν οἰόμενος κατωρρώδει τε καὶ ἀπώκνει τοῦ κινδύνου τὸ μέγεθος, εἴ οἱ ἀναγκαῖον εἴη διασωθέντι ἐκ τῶν ἐν θαλάσσῃ κακῶν στρατοπεδεύεσθαι μὲν ἐν τῇ πολεμίᾳ, ἐκ δὲ τῶν νεῶν ὁρμωμένῳ διαμάχεσθαι πρὸς βασιλείαν μεγάλην τε καὶ λόγου ἀξίαν.

而在各位将领方面,每个人都认为自己将被任命为主帅,因而对危险之巨大深感恐惧与退缩,生怕自己一旦侥幸渡过海上的诸般险阻,便不得不驻军于敌境,依托战船与一个幅员辽阔且不可小觑的王国决一死战。

§3.10.5

οἱ δὲ στρατιῶται ἄρτι ἐκ πολέμου μακροῦ τε καὶ χαλεποῦ ἐπανήκοντες οὔπω τε ὅλῃ γλώσσῃ ἀγαθῶν τῶν κατὰ τὴν οἰκίαν γευσάμενοι ἐν ἀμηχανίᾳ ἐγίνοντο ἔς τε ναυμαχίαν ἀγόμενοι, ἣν οὐδὲ ἀκοῇ πρότερον παραλαβόντες ἐτύγχανον, καὶ ἀπὸ τῶν ἑῴων ὁρίων στελλόμενοι ἐς τὰς τοῦ ἡλίου δυσμάς, ἐφ’ ᾧ διακινδυνεύσουσι2 πρός τε Βανδίλους καὶ Μαυρουσίους.

士兵们也是刚刚从一场漫长而艰难的战争中归来,尚未能尽情品尝家庭生活的温馨之福,如今却要被驱赶去参与此前连听都未曾听闻过的海战,从东方边界被派往日落之地,冒着生命危险同汪达尔人及摩尔人作战,因而陷入茫然无策之境。

§3.10.6

οἱ δὲ δὴ ἄλλοι, ἅπερ ἐν ὁμίλῳ φιλεῖ γίγνεσθαι, νεωτέρων πραγμάτων ἤθελον διὰ κινδύνων ἀλλοτρίων θεαταὶ γενέσθαι.

至于其他人,正如乌合之众素常的表现一样,只盼借着旁人的冒险,成为新异事态的旁观者。

§3.10.7

Βασιλεῖ μέντοι εἰπεῖν τι ἐπὶ κωλύμῃ τῆς στρατιᾶς οὐδείς, ὅτι μὴ ὁ Καππαδόκης Ἰωάννης, ἐτόλμησεν, ὁ τῆς αὐλῆς ἔπαρχος, θρασύτατός τε ὢν καὶ δεινότατος τῶν κατ’ αὐτὸν ἁπάντων.

然而,除卡帕多西亚的约翰——当时的禁卫军统领,也是当时众人中最无所畏惧、最具才略者——之外,竟无人敢向皇帝进言阻拦出师。

§3.10.8

οὗτος γὰρ Ἰωάννης, τῶν ἄλλων σιωπῇ τὰς παρούσας ὀδυρομένων τύχας, παρελθὼν ἐς βασιλέα ἔλεξε τοιάδε· “Τὸ πιστόν, ὦ βασιλεῦ, τῆς ἐς τοὺς ὑπηκόους τοὺς σοὺς ὁμιλίας τὴν παρρησίαν ἡμῖν ἀναπετάννυσιν ὅ τι ἂν μέλλοι τῇ πολιτείᾳ τῇ σῇ ξυνοίσειν, ἢν καὶ μὴ πρὸς ἡδονήν σοι τὰ λεγόμενά τε καὶ πρασσόμενα ᾖ.

正当其余众人皆在沉默中哀叹眼下的境遇时,这位约翰走上御前,进言道:“陛下,您对待臣民之坦荡信任,为我们开启了直言无隐之门,使我们得以直抒凡有益于国家社稷之见,纵使所言所行或许未必合乎您的心意。

§3.10.9

οὕτω γάρ σοι κεράννυσι τῷ δικαίῳ τὴν ἐξουσίαν ἡ σύνεσις, ὥστε οὐ τὸν ὑπηρετήσαντα πάντως εὔνουν εἶναι ἡγῇ τοῖς σαυτοῦ πράγμασιν, οὐδὲ τῷ ἀντειπόντι χαλεπῶς ἔχεις, ἀλλὰ μόνῳ τῷ τῆς διανοίας ἀκραιφνεῖ πάντα σταθμώμενος ἀκίνδυνον ἡμῖν ἀπέδειξας πολλάκις τὸ τοῖς σοῖς ἀντιστῆναι βουλεύμασι.

盖因陛下的睿智使权柄与公正相融并济,以致陛下并不认为顺从之人便必定忠于您的大业,亦不迁怒于敢持异议之人;相反,陛下单凭内心的真纯衡量万事,早已多次向我们表明,反对您的意图并无危险。

§3.10.10

τούτοις ἠγμένος, ὦ βασιλεῦ, κατέστην εἰς ξυμβουλὴν τήνδε, προσκρούσων μὲν τὸ παραυτίκα ἴσως, ἂν οὕτω τύχῃ, ἐς δὲ τὸ μέλλον τὴν εὔνοιαν τὴν ἐμὴν καταφανῆ δείξων, ταύτης τέ σε μάρτυρα παρεξόμενος.

陛下,正是在这一信念驱使下,我方才前来进此谏言;眼下若有不合,或许暂且触怒龙颜,但日后定能彰显我的忠诚,并使您亲自成为这片忠心的见证。

§3.10.11

ἢν γὰρ ἀπειθῶν τοῖς λεγομένοις ἐξοίσεις ἐς Βανδίλους τὸν πόλεμον, μηκυνομένης σοι τῆς ἀγωνίας τὴν ἐμὴν παραίνεσιν εὐδοκιμῆσαι ξυμβήσεται.

倘若陛下不听忠言,执意对汪达尔人兴兵,随着战事经年累月拖延下去,终将证明我的规劝是切中利害的。

§3.10.12

εἰ μὲν γὰρ ὡς κρατήσεις τῶν πολεμίων τὸ θαρρεῖν ἔχεις, οὐδὲν ἀπεικός σε τά τε σώματα προΐεσθαι καὶ χρημάτων δαπανᾶν πλῆθος, καὶ τοὺς ὑπὲρ τῶν ἀγώνων ὑφίστασθαι πόνους· νίκη γὰρ ἐπιγενομένη πάντα καλύπτει τὰ τοῦ πολέμου πάθη.

假若陛下确有制胜敌人的十足把握,那么舍弃士卒性命、耗费巨量钱财、承担战阵之苦,亦在情理之中;因为随之而来的胜利自能遮掩战乱带来的一切痛苦。

§3.10.13

εἰ δὲ ταῦτα μὲν ἐν τοῖς τοῦ θεοῦ γούνασι κεῖται, παραδείγμασι δὲ τῶν προγεγενημένων χρωμένους ἡμᾶς ἀνάγκη δεδιέναι τὸ τοῦ πολέμου πέρας, πῶς οὐχὶ τῶν ἐν τοῖς ἀγῶσι κινδύνων τὸ τὴν ἡσυχίαν ἀγαπᾶν ἄμεινον;

但假使这一切结局仍悬于神明的股掌之间,而依循前车之鉴我们又不得不对战争的终局心怀恐惧,那么,安享太平岂非远胜于置身战火危殆之中?

§3.10.14

ἐπὶ Καρχηδόνα διανοῇ στρατεύειν, εἰς ἣν κατὰ μὲν τὴν ἤπειρον ἰόντι ὁδὸς τεσσαράκοντα καὶ ἑκατὸν ἡμερῶν ἐστι, πλέοντι δὲ ἀνάγκη τὸ πέλαγος ὅλον ἀμειψαμένῳ πρὸς τὰς ἐσχατιὰς τῆς θαλάσσης ἐλθεῖν. ὥστε τῶν ἐν τῷ στρατοπέδῳ ξυμβησομένων ἐνιαύσιόν σοι δεήσει τὸν ἄγγελον ἥκειν.3

您意欲进军迦太基,而走陆路前往需跋涉一百四十天的行程,若走海路则必须横渡整个汪洋、抵达海之极地。因此,若要让使者将营中所生事变呈报陛下,必须耗费整整一年的时间。

语法注3 条
  1. 3.10.3αὐτοῖς εἰς τὴν τοῦ πολέμου χρείαν δεήσει ἄμετρα φέρουσιν οὔτε ξυγγνώμης τινὸς οὔτε ἀναβολῆς ἀξίοις εἶναι

    无人称动词 δεήσει 的逻辑主语未用常见的宾格不定式结构,而是受支配于与格代词 αὐτοῖς,后附的分词 φέρουσιν 以及表语形容词短语 ἀξίοις εἶναι 亦均在语法上与该与格保持一致,意指他们不仅必须筹措巨额款项,且无法获得任何宽恕或展期。

  2. 3.10.5ἐφ’ ᾧ διακινδυνεύσουσι

    短语 ἐφ’ ᾧ 后接直陈式将来时,用于引出先决条件或规定义(“以……为条件”、“面临……的前景”)。在此处表示士卒被遣往极西之地,是处在必须冒死同汪达尔人和摩尔人决战这一条件之下。

  3. 3.10.14ἐνιαύσιόν σοι δεήσει τὸν ἄγγελον ἥκειν

    表示时间的形容词 ἐνιαύσιον 作谓语性修饰,修饰不定式主语 τὸν ἄγγελον,在意义上起副词作用(“费时整整一年地”、“历经一年才”),着重突出了从战营遣使返回首都需要耗费整整一年的漫长时间与极远距离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.10.1-3.10.14