- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.9.1-3.9.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在生性温和的伊尔德里克统治期间,汪达尔人遭遇战败且对外关系恶化;野心勃勃的王位继承人盖利梅尔乘机发动政变废黜并囚禁了伊尔德里克,已登基的罗马皇帝查士丁尼遂遣使致信严正抗议。
Ἰλδέριχος δὲ Ὁνωρίχου τοῦ Γιζερίχου παῖς τὴν βασιλείαν παρέλαβεν, ὃς τὰ μὲν ἐς τοὺς ὑπηκόους εὐπρόσοδός τε ἦν καὶ ὅλως πρᾷος, καὶ οὔτε Χριστιανοῖς οὔτε τῳ ἄλλῳ χαλεπὸς ἐγεγόνει, τὰ δὲ ἐς τὸν πόλεμον μαλθακός τε λίαν καὶ οὐδὲ ἄχρι ἐς τὰ ὦτα τὸ πρᾶγμά οἱ τοῦτο ἐθέλων ἰέναι.
盖泽里克之子奥诺里克之子伊尔德里克继承了王位。他对臣民平易近人且极为温和,既未曾苛待基督徒,也未曾严酷对待任何其他人,然而对待战事却极其软弱无能,甚至不愿让这等事传入自己的耳中。
Ὁάμερ γοῦν ἀνεψιός τε ὢν αὐτῷ καὶ ἀνὴρ ἀγαθὸς τὰ πολέμια ἐστρατήγει ἐφ’ οὓς ἂν στρατεύοιντο Βανδίλοι· ὃν δὴ καὶ Ἀχιλλέα Βανδίλων ἐκάλουν.
无论如何,作为他堂兄弟且骁勇善战的霍阿梅尔,在汪达尔人对外出征时统帅三军;众人委实称他为汪达尔人的阿喀琉斯。
ἐπὶ τούτου Ἰλδερίχου ἡσσήθησάν τε μάχῃ οἱ Βανδίλοι πρὸς Μαυρουσίων τῶν ἐν Βυζακίῳ, ὧν ἦρχεν Ἀντάλας, καὶ σφίσι ξυνηνέχθη Θευδερίχῳ τε καὶ Γότθοις ἐν Ἰταλίᾳ ἔκ τε συμμάχων καὶ φίλων πολεμίοις γενέσθαι.
正在这位伊尔德里克在位期间,汪达尔人在比扎基昂与安塔拉斯所率领的摩尔人交战并遭遇惨败,并且汪达尔人也因故与意大利的狄奥多里克及哥特人由昔日的盟友和挚友反目成仇。
τήν τε γὰρ Ἀμαλαφρίδαν ἐν φυλακῇ ἔσχον καὶ τοὺς Γότθους διέφθειραν ἅπαντας, ἐπενεγκόντες αὐτοῖς νεωτερίζειν ἔς τε Βανδίλους καὶ Ἰλδέριχον.
因为他们将阿玛拉弗里达投入监牢,并诛杀了所有的哥特人,诬指他们企图对汪达尔人和伊尔德里克发动叛乱。
τίσις μέντοι οὐδεμία πρὸς Θευδερίχου ἐγένετο, ἐπεὶ ἀδύνατος ἐνόμισεν εἶναι στόλῳ μεγάλῳ ἐς Λιβύην στρατεῦσαι, Ἰλδέριχος δὲ φίλος ἐς τὰ μάλιστα Ἰουστινιανῷ καὶ ξένος ἐγένετο, οὔπω μὲν ἥκοντι ἐς βασιλείαν, διοικουμένῳ δὲ αὐτὴν κατ’ ἐξουσίαν, ἐπεί οἱ ὁ θεῖος Ἰουστῖνος ὑπέργηρώς τε ὢν ἐβασίλευε καὶ τῶν κατὰ τὴν πολιτείαν πραγμάτων οὐ παντελῶς ἔμπειρος. χρήμασί τε μεγάλοις ἀλλήλους ἐδωροῦντο.
然而,狄奥多里克并未进行任何报复,因为他认为率领大舰队远征利比亚是不可能的;而伊尔德里克则与查士丁尼结成了至为亲密的朋友和宾友。此时查士丁尼尚未登上帝位,但因其叔父查士丁年事已高身居帝位,对政务并非十分谙熟,查士丁尼实际上全权执掌着帝国权柄。二人更互相馈赠重金巨资。
Ἦν δέ τις ἐν τῷ Γιζερίχου γένει Γελίμερ ὁ Γειλάριδος τοῦ Γένζωνος τοῦ Γιζερίχου πόρρω που ἡλικίας ἥκων μετά γε Ἰλδέριχον, καὶ διὰ τοῦτο ἐπίδοξος ὢν αὐτίκα μάλα ἐς τὴν βασιλείαν ἀφίξεσθαι·
在盖泽里克的宗族中,有一人名为盖利梅尔,是盖泽里克之子根宗之子盖拉里斯之子,年纪仅次于伊尔德里克,因此众望所归他不久即将继承王位。
ὃς τὰ μὲν πολέμια ἐδόκει τῶν καθ’ αὑτὸν ἄριστος εἶναι, ἄλλως δὲ δεινός τε ἦν καὶ κακοήθης καὶ πράγμασί τε νεωτέροις καὶ χρήμασιν ἐπιτίθεσθαι ἀλλοτρίοις ἐξεπιστάμενος.
他在同辈中似乎最长于战阵之事,但在其他方面却诡诈险恶,精于兴风作浪并谋夺他人的财产。
οὗτος ὁ Γελίμερ ἐπεί οἱ μέλλουσαν ἑώρα τὴν ἀρχήν, οὐκ ἐδύνατο ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν, ἀλλὰ τὰ βασιλέως ἔργα προσποιησάμενος ἐπεβάτευε τῆς τιμῆς, ἀώρου γε αὐτῷ οὔσης· καὶ Ἰλδερίχου δι’ ἐπιείκειαν ἐνδιδόντος κατέχειν οὐκέτι οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ Βανδίλων ἑταιρισάμενος εἴ τι ἄριστον ἦν, ἀναπείθει ἀφελέσθαι μὲν Ἰλδέριχον τὴν βασιλείαν, ὡς ἀπόλεμόν τε καὶ ἡσσημένον πρὸς Μαυρουσίων, καὶ Ἰουστίνῳ βασιλεῖ καταπροδιδόντα τὸ τῶν Βανδίλων κράτος, ὡς μὴ ἐς αὐτὸν ἐκ τῆς ἄλλης οἰκίας ὄντα ἡ βασιλεία ἥκοι· τοῦτο γάρ οἱ βούλεσθαι τὴν ἐς Βυζάντιον πρεσβείαν διέβαλλεν,1 αὐτῷ δὲ παραδιδόναι τὸ Βανδίλων κράτος. οἱ δὲ ἀναπεισθέντες κατὰ ταῦτα ἐποίουν.
这位盖利梅尔眼见大权迟早归于自己,便不甘于安分守己地生活,而是僭越行使国王之职权,擅自窃取王家的尊荣,尽管这对他而言尚属过早;随着伊尔德里克的宽仁退让,他愈发难以遏制自己的野心,遂纠集汪达尔人中的权贵首领,劝诱他们废黜伊尔德里克的王位,借口称其懦弱不习战事且败于摩尔人之手,更企图将汪达尔人的国家出卖给皇帝查士丁,以防止王位落入出自另一支家族的盖利梅尔之手——因为他进谗诋毁称遣使拜占庭便是出于这等图谋——并劝诱他们将汪达尔人的最高统治权转交给自己。众人被他说服,依计而行。
οὕτω δὴ Γελίμερ τῆς ἡγεμονίας ἐπιλαβόμενος Ἰλδέριχόν τε, ἕβδομον ἔτος Βανδίλων ἄρξαντα, καὶ Ὁάμερα καὶ τὸν ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν.
于是盖利梅尔夺取了最高统治权,将统治了汪达尔人七年的伊尔德里克以及霍阿梅尔及其兄弟埃瓦格斯一同关入狱中。
Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς ἤκουσεν, ἤδη τὴν βασιλείαν παραλαβών, πρέσβεις ἐς Λιβύην ὡς Γελίμερα πέμψας ἔγραψε τάδε· “Οὐχ ὅσια ποιεῖς οὐδὲ τῶν Γιζερίχου διαθηκῶν ἄξια, γέροντά τε καὶ ξυγγενῆ καὶ βασιλέα Βανδίλων, εἴ τι τῶν Γιζερίχῳ βεβουλευμένων ὄφελός ἐστιν, ἐν φυλακῇ ἔχων, καὶ βίᾳ τὴν ἀρχὴν ἀφαιρούμενος, ἐξὸν αὐτὴν ὀλίγῳ ὕστερον χρόνῳ κατὰ νόμον λαβεῖν.2
当时已继承帝位的查士丁尼闻知此事后,派遣使节前往利比亚致书盖利梅尔道:“你的所作所为既不合天理,亦不配盖泽里克的遗命。你将一位长辈、同族兼汪达尔人的君王关押入狱——若盖泽里克所立的典制尚存丝毫效力的话——并诉诸暴力剥夺政权,而本可在不久之后依法正当继承它。
- 3.9.8τοῦτο γάρ οἱ βούλεσθαι τὴν ἐς Βυζάντιον πρεσβείαν διέβαλλεν
由表示进谗、诋诬的动词 διέβαλλεν 所统辖的带不定式宾格结构(A.c.I.)。不定式 βούλεσθαι(意图、旨在)的逻辑主语为 τὴν ἐς Βυζάντιον πρεσβείαν(派往拜占庭的使节团),直接宾语为 τοῦτο(指代前句所述将统治权出让给东罗马皇帝一事)。附着词与格 οἱ 作关涉与格使用。
- 3.9.10ἐξὸν αὐτὴν ὀλίγῳ ὕστερον χρόνῳ κατὰ νόμον λαβεῖν
由无人称动词 ἔξεστι(可能、容许)的中性单数宾格分词 ἐξόν 构成的独立宾格结构(accusative absolute)。此处表让步(“尽管原本能够在不久后依法获得它”),统领不定式 λαβεῖν 及其宾语 αὐτήν(指王权)。
