- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.8.17-3.8.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡巴翁遣密探修复行军中汪达尔人对基督教会的亵渎破坏,并在决战中以骆驼环阵大破以骑兵为主的汪达尔军。
μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε· ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα· ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται.1
此后,他派遣间谍前往迦太基,下达了如下命令:每当汪达尔人出征行军途中,对基督徒所崇奉的圣所施加侮辱时,他们只需在旁旁观所发生之事;但一旦汪达尔人离开该地,他们便要在圣所中反其道而行之,将那些人离去前所做的一切完全倒转过来。
ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.
据说他还补充道:他虽不认识基督徒所崇拜的神,但若此神真如传闻那般强大,理当向侮辱祂的人施以报应,而向敬奉祂的人予以庇护。
οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι· ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο.
于是间谍们来到迦太基,静待时机,暗中窥察汪达尔人的筹备动向;当大军踏上开往的黎波里的道路时,他们便身披破旧粗衣暗中跟随。
οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν.
汪达尔人第一天宿营时,便将马匹和其他牲畜赶入基督徒的圣所中,极尽侮慢之能事,纵情施展他们的狂悖;凡是被他们抓获的祭司,他们都予以掌掴,鞭打其脊背许多下,并命令他们承担一切素来只分派给最下等家奴的卑贱差役。
καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο· ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο.
而他们刚一离开那里,卡巴翁的间谍们便依命行事。他们立即打扫圣所,极其审慎地清除了粪便以及其他不洁之物,点燃所有油灯,满怀敬畏地向祭司们跪拜行礼,并以极大的温厚善意问候他们;在向坐在这些圣所周围的穷人施舍了银钱之后,他们便继续这般尾随汪达尔人的军队。
καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.
此后在整条路途上,汪达尔人皆如出一辙地犯下这等恶行,而间谍们则一一加以弥补。
ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν.
当汪达尔人即将逼近时,间谍们先行一步赶回向卡巴翁汇报汪达尔人与他们自己在基督徒圣所中所做的一切,并告知敌人已近在咫尺。
ὁ δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος.
卡巴翁闻讯后,便依如下方式部署阵势准备交战:他在打算构筑营垒的平原上划定了一个圆形,将骆驼横向排成一圈作为营垒的屏障,使防线正面的进深达到约十二头骆驼之厚。
παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι.
他将妇孺以及不能作战之人连同财物安置在中央,而命令作战人员手持盾牌护卫己身,立于那些牲畜的双足之间。
οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν·2 οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς μάχην ἰέναι ἠπίσταντο, ἀλλ’ ἱππεῖς τε ἦσαν ἅπαντες, δόρασί τε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσιν ἐχρῶντο, καὶ ἀπ’ αὐτοῦ ἄποθέν τε οὐδὲν ἐργάζεσθαι κακὸν τοὺς πολεμίους οἷοί τε ἦσαν, ἥ τε ἵππος αὐτοῖς,3 ἀχθομένη τῇ τῶν καμήλων ὄψει, ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο.
当摩尔人的方阵如此部署妥当之后,汪达尔人面对眼前的局势束手无策。因他们既非标枪手,亦非优秀的弓箭手,更不懂如何作为步兵投入战斗;相反,他们全都是骑兵,主要使用长矛和佩剑,因此根本无法从远处对敌人造成任何杀伤,而他们的马匹见到骆驼的模样便惊惶畏缩,绝不肯向前冲向敌人。
ἐπειδή τε συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοῦς οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτε πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τε καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλοὶ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπεκομίσθησαν.
而敌人在安全之处接连向他们投掷标枪,加之他们密集拥挤,轻易便射杀了人马,汪达尔人遂溃退逃窜;在摩尔人的追击下,大半人被歼灭,亦有人落入敌手沦为俘虏,这支军队中得以生还归国者寥寥无几。
ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν. ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.
这便是特拉萨蒙德在摩尔人手中遭遇的惨难。过了些时日,他在统治了汪达尔人二十七年后离世。
- 3.8.17ὧν ἐκεῖνοι δράσαντες οἴχονται
关系代词 ὧν 经历了格的同化(属格吸引),其所依附的先行指示代词(即修饰 τἀναντία 的 τούτων)被省略。动词 οἴχονται 虽为现在时形式却具有完成体含义(“离去/不在”),与分词 δράσαντες 结合表示“他们在离去前所犯下的事情”。
- 3.8.27ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν
短语 ἐν ἀπόρῳ εἶχον 意为“陷入困惑/不知所措”,后接不定式短语 θέσθαι τὸ παρόν(“处置眼前局面”),整句意为“他们对眼前的局势束手无策”。
- 3.8.27ἥ τε ἵππος αὐτοῖς
阴性单数名词 ἵππος 在此作集合名词,指“骑兵队”或“全体战马”。与格代词 αὐτοῖς 为受损与格(或领属与格),意即“他们的战马”。
