← 普罗科皮乌斯

战史

§3.8.1-3.8.16

盖塞里克诸后继者的统治与摩尔人战事

记述了盖塞里克的继承者奥诺里克、贡达蒙德和特拉萨蒙德治下的对摩尔人战事及对基督徒的迫害,随后叙述了特拉萨蒙德与东哥特王狄奥多里克的联姻盟约以及摩尔人领袖卡巴翁的崛起。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8.1

Ὁνώριχος δέ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους,1 ἐγένετο.

而在根宗已经去世之后,其诸子中最年长的奥诺里克继承了王位。在此奥诺里克统治汪达尔人期间,除针对摩尔人之外,他们未与任何人发生过战争。

§3.8.2

δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον.

因为摩尔人此前出于对盖塞里克的畏惧而保持沉寂,但盖塞里克一死,他们便对汪达尔人造成了诸多祸害,自身亦遭受到沉重打击。

§3.8.3

γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων.

奥诺里克对利比亚的基督徒成了世上所有人中最残酷、最不公义之人。

§3.8.4

βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ’ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ’ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι· ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν, οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν. ἔτη τε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντων τε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων ʽἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένον τε πρὸς μεσημβρίαν̓, οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳ τε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν.

盖因他强迫他们改宗阿里乌派学说,凡见有不愿顺从者,便将其焚毙或以其他死刑处决,更有甚者,他将许多人的舌头连根割去。这些人直至我所处的时代仍在拜占庭存活,能够用完好无损的声音说话,丝毫不觉此项酷刑带来的影响;然而其中两人由于决意与娼妓交媾,此后便再也无法发声。奥诺里克统治汪达尔人八年后因病辞世;此时居住在奥拉西翁山脉的摩尔人已经脱离汪达尔人自立(此奥拉西翁山位于努米底亚,距离迦太基约十三日行程,面向南方),他们从此未再受制于汪达尔人,因汪达尔人无法在如此险峻难行的山脉中与摩尔人交战。

§3.8.6

Τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ ὁ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους.

奥诺里克死后,汪达尔人的统治权归于盖塞里克之子根宗的儿子贡达蒙德。因时光的流转使他获得了盖塞里克宗族中最年长的地位。

§3.8.7

οὗτος ὁ Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους.

这位贡达蒙德与摩尔人进行了更多的交锋,并在使基督徒遭受更大苦难之后病逝,当时其统治的第十二个年头已大致过半。

§3.8.8

ἀδελφός τε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδους τε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων.

其弟特拉萨蒙德接掌王位,其人在仪表、智谋与豁达大度方面皆极为出众。

§3.8.9

τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ πρότεροι, ἀλλὰ τιμαῖς τε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος.2

然而,他也强迫基督徒背弃祖传信仰,但他并未如前任统治者那样摧残其肉体,而是以尊衔和官职加以利诱,赐予巨额金钱,而对那些违抗者,无论其地位如何,皆佯作全不知情。

§3.8.10

εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους ἢ γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον.3

若他发现有人犯下重罪或经判决确凿有罪,他便提出条件,只要他们改宗,便免除其所犯过错当受的刑罚作为酬劳。

§3.8.11

ἐπειδὴ δὲ ἡ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ὁ ἀνὴρ ἐτεθνήκει.

在其妻亡故且未生下一男半女之后,他为了尽可能巩固自己的王权,遣使向哥特人之王狄奥多里克求娶其刚刚丧夫的姐姐阿玛拉弗丽达为妻。

§3.8.12

ὁ δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων.

狄奥多里克不仅将姐姐送来,还派遣了一千名显要的哥特人充当近卫军,随行扈从的战斗人员约有五千之众。

§3.8.13

ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνί, ὃ δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ’ αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσων τε εἶναι καὶ δυνατώτατος.

狄奥多里克还将西西里三个海角之一、被称为莉莉贝姆的海角赐赠给其姐;由此,特拉萨蒙德被视作汪达尔历代统治者中最优秀、权势最盛者。

§3.8.14

ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι.

他亦与皇帝阿纳斯塔修斯结为挚友。在此王统治时期,汪达尔人在摩尔人手中遭遇了一场此前从未发生过的惨败。

§3.8.15

Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμων τε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος ὁ Καβάων ἐπειδὴ ἐπ’ αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε.

当时有一位名叫卡巴翁之人,是的黎波里周边摩尔人的统治者,经历过诸多战事且极富智谋。这位卡巴翁探知汪达尔人正向他发兵,便采取了如下举措:

§3.8.16

πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι· χαρακώματά τε δύο πηξάμενος ἐν θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατόν τε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι.

首先,他命令部属戒绝一切不义之行、戒绝引向奢靡的饮食,尤其是戒绝与女人的交媾;他扎下了两座营寨,自己与所有男丁驻扎于其一,将女人们关在另一座营中,并扬言若有任何人擅入女人营寨,必处以死刑。

语法注3 条
  1. 3.8.1ὅτι μὴ ἐς Μαυρουσίους

    短语 ὅτι μή 是表示“除……之外(except/nisi)”的固定惯用表达。此处它引出介词短语 ἐς Μαυρουσίους,用以限定前文的 πρὸς οὐδένα ἀνθρώπων(“除针对摩尔人之外,未与任何人”)。

  2. 3.8.9ἥκιστά γε εἰδέναι ποιούμενος

    中动相动词 ποιέομαι 后接不定式构成的短语(ποιέομαι + inf.)意为“装作做某事”或“自以为”。此处与 ἥκιστα εἰδέναι(全然不知)结合,表示“对违抗者装作完全不知情/不予理会”。

  3. 3.8.10μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον

    名词 μισθόν 作动词 προὐτίθει 的直接宾语(对格),带有否定词 μή 的不定式短语 μὴ δοῦναι τὴν δίκην(不接受惩罚)为其同位语。同时 ὧν 属于关系代词的吸引现象,先行词 τούτων 被省略(ὧν ἥμαρτον 即 τούτων ἅ ἥμαρτον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.8.1-3.8.16