← 普罗科皮乌斯

战史

§3.7.16-3.7.30

芝诺复位与盖塞里克之死

本节记述了东罗马帝国巴西里斯库斯的篡位与败亡以及芝诺的复位,随后记载了盖塞里克与芝诺缔结永久和约,并制定按男系长嗣继承王位的遗嘱直至其去世。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.16

βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι.1

西方此前固然亦有其他皇帝在位,我虽深悉其名,却绝不愿提及。

§3.7.17

χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ’ αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο.

因其在位甚短,故而未曾立下任何值得一提的功绩。西方之事大体如此。

§3.7.18

Ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος ʽοὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαἰ τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ’ ἧς δὴ ὡρμᾶτο, διαφυγόντος.

而在拜占庭,巴西里斯库斯(因其再也无法压制对帝位的渴望)谋反篡位,毫不费力便夺取了大权,芝诺则携妻子逃往其祖籍伊苏利亚。

§3.7.19

ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο.

但在他篡权统治一年零八个月之际,几近所有其他人以及禁卫军士兵皆因其极端贪婪而对其深恶痛绝。

§3.7.20

ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ’ αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν.

芝诺察知此事,集结大军向其进发。巴西里斯库斯则派遣军队与将领哈马图斯,意图迎击芝诺。

§3.7.21

ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ’ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν.2

当两军就近扎营时,哈马图斯将自己的军队交给了芝诺,条件是让其尚在年幼的儿子巴西里斯库斯升为恺撒,并在临终时留他为帝位继承人。

§3.7.22

Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως.

巴西里斯库斯众叛亲离,逃入此前曾避难的圣所。城中的主教阿卡基乌斯将他移交给芝诺,控告他不虔,并指斥他倒向欧迪奇异端,极大地扰乱且篡改了基督信仰的教义。事实确也如此。

§3.7.23

Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε.

芝诺重掌帝权后,为了履行对哈马图斯的诺言,封其子巴西里斯库斯为恺撒,但不久后便剥夺了他的尊衔,并杀害了哈马图斯。

§3.7.24

Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι.

至于巴西里斯库斯,芝诺在隆冬时节将他连同其子嗣和妻子流放至卡帕多细亚,下令断绝其粮秣、衣物及一切照拂。

§3.7.25

ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.

他们在当地受尽严寒与饥馁折磨,相拥取暖,搂抱着挚亲的躯体死去了。这便是巴西里斯库斯因其从政恶行所招致的惩罚。然而这些乃是后来的事。

§3.7.26

Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι.3 ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο καὶ ὃς μετ’ ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος.

当时,盖塞里克如前所述,以诈术算计并以强力逐退了敌人,之后便毫无收敛甚至愈演愈烈地四处抢掠罗马人的一切财物,直到皇帝芝诺与他和谈,双方订立了永久条约,规定汪达尔人永世不得对罗马人施加任何敌对行径,亦不得遭罗马人如此对待。这项条约芝诺本人恪守不渝,在他之后继位的阿纳斯塔修斯亦然。

§3.7.27

διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν· ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις.

该和约一直维持至皇帝查士丁在位之时。而查士丁之甥查士丁尼继承了大统;正是在此查士丁尼统治时期,爆发了这场战争,其原委将在后文的叙述中予以交代。

§3.7.29

χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος ἐν αἷς ἄλλα τε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν4 τύχοι.

盖塞里克在此后不久亦辞世,当时已是风烛残年;他立下遗嘱,其中对汪达尔人作出了诸多其他训诫,并规定汪达尔人的王位当永远传给盖塞里克本人男嗣后代中在所有亲族内年岁最长之人。

§3.7.30

Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.

盖塞里克自攻克迦太基后统治汪达尔人三十九载,如前所述就此与世长辞。

语法注4 条
  1. 3.7.16ὡς ἥκιστα ἐπιμνήσομαι

    最高级副词短语 ὡς ἥκιστα 与将来时动词连用,表示强烈的否定含义(“绝不”、“断然不”),与前置的分词从句 ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος(让步含义,“虽熟知其名”)构成对比。

  2. 3.7.21ἐφ’ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν

    介词短语 ἐφ’ ᾧ 引导条件从句(意为“以……为条件”),后接将来时不定式 καταστήσεσθαι 与不定过去时不定式 ἀπολιπεῖν。两个不定式的逻辑主语均为受约人芝诺(故省略),而 Βασιλίσκον 则是二者的共同宾语。

  3. 3.7.26μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι

    由 μήτε...μήτε 连接的不定式短语整体作为前文 σπονδαί(条约)的同格同位语,用以阐明条约的具体条款。前半分句中 ἐργάσασθαι 带有双宾格构造(Βανδίλους 为主格性宾格,Ῥωμαίους 为间接宾语,πολέμιόν τι 为直接宾语);后半分句则由无人称动词 ξυμβῆναι 搭配与格 αὐτοῖς 和动作发起者介词短语 πρὸς ἐκείνων 构成。

  4. 3.7.29πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν

    分词 ὢν 充当关系从句(ὃς ἄν... τύχοι)的表语,πρῶτος 支配表示整体的属格 ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν,而 τὴν ἡλικίαν 则是限制/关涉宾格(accusative of specification),表示“在年龄上居于首位者,即最年长者”(体现了男系长嗣继承原则)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.7.16-3.7.30