- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.7.1-3.7.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了东西罗马帝国数位皇帝的频繁更迭,并详细叙述了马约里安皇帝凭借非凡武德企图收复利比亚、乔装使节刺探敌情但最终因病身亡的远征始末。
Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε.
西方的皇帝安特米乌斯被其女婿里喀墨尔所害而亡,接替帝位的奥利布里乌斯不久后也迎来了同样的宿命。
τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρός, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων.
利奥在拜占庭也去世后,芝诺与利奥之女阿里阿德涅之子利奥继承了帝位,当时他不过出生数日之久。
αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρός, αὐτίκα δὴ μάλα ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο.
在他父亲被选为共治皇帝后,这名幼童便立刻从人间消失了。
ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ ὁ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι διανοούμενος.
此前执掌西方大权的马约里安同样值得在此一提。这位马约里安在各项美德上皆超越了以往所有统治过罗马人的人,他无法淡然承受利比亚之灾祸,便集结了一支征讨汪达尔人的极为精锐的大军进抵利古里亚,意欲亲自率军讨伐敌寇。
ἦν γὰρ ὁ Μαϊορῖνος ἔς τε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κομιδῆ.
因为马约里安对于其他艰难险阻,尤其是对于种种危难,向来毫无退缩畏惧之心。
οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίν τε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοί τε καὶ Λίβυες εὐνοίας τε ἢ ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ἢ ὀφθαλμοῖς τοῖς αὑτοῦ ἔγνω.
他认为预先探明汪达尔人的军力、盖塞里克的为人、以及毛利人和利比亚人对他们究竟抱有善意还是仇恨,对自己并非无益之事,于是决定不将此等要务托付于他人,而唯信凭自己的双眼。
πρεσβευτὴς οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτός τε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα διακωλύσῃ, μηχανᾶται τοιάδε.
于是他为自己取了一个捏造的名字,作为仿佛由皇帝派出的使节被派往盖塞里克处。但他唯恐身份败露而身遭不测并阻碍大计,便设下了如下计谋:
τὰς ἐν τῇ κεφαλῇ τρίχας1 (διαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαι) βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν.
他的头发(名扬四方,皆因其金黄无比,堪比纯金)在涂抹了一种专为此事配制的染料后,得以在关键之时将其彻底变为黑色。
ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τά τε ἄλλα ὁ Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλά τε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα.
当他面见盖塞里克时,盖塞里克施展诸般手段企图恫吓他,并以接待友人的姿态将他带入储藏全部武器的房间,那里的兵器堆积如山且极其精美。
ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι,2 καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ τε εἶναι.
相传就在那里,兵器忽然自行移动,发出非同寻常的巨大撞击声;当时盖塞里克自以为发生了地震,但走到外面询问震情时,其余众人并无一人附和,他心中大为惊异,却终究无法参透所发生的事端。
ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμόν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι.
马约里安达成了既定心愿后返回利古里亚,率领步行的陆军向赫拉克利斯之柱进发,计划渡过那里的海峡,再由陆路直取迦太基。
ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη,3 ἔς τε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο.
盖塞里克察觉了这些情况,并得知自己在使团出使时竟被马约里安所愚弄,陷入恐慌之中,开始整军备战。
οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι.
罗马人以马约里安的武德为凭,也满怀希望定能为帝国收复利比亚。
ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονώς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους.
然而在行军途中,马约里安染上痢疾而亡;此人生前对臣民宽仁有度,对仇敌则威猛可畏。
καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ’ αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ’ ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε.
内波斯继承帝位后仅苟活数日亦因病而亡,继他之后登上该宝座的格利凯里乌斯亦遭遇了同样的命运;在他之后,奥古斯都攫取了帝王大权。
- 3.7.8τὰς ἐν τῇ κεφαλῇ τρίχας
前置于句首的宾格名词短语,充当其后分词 χρίσας 的直接宾语,同时在语义上作为不定式 μεταβαλεῖν 的动作对象。插入说明句(διαβόητοι γὰρ...)使得宾语与主谓语 ἴσχυσεν 之间产生了显著的跨距(倒置错位)。
- 3.7.10ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι
由 φασι 引领的宾格加不定式结构(A.c.I.)。不定式 ἀφεῖναι 的逻辑主语为 τὰ ὅπλα;随后的不定式 δοκεῖν、ἐπιπεσεῖν 和 εἶναι 亦作为间接引语并列附属于同一主动词。
- 3.7.12ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη
知觉动词分词 αἰσθόμενος 同时支配属格关系代词 ὧνπερ(指代前述进军计划)与 ὅτι 引导的宾语从句,二者由连词 καί 并列。从句中的谓语 φενακισθείη 为从属从句中的间接祈愿语气(optativus obliquus)。
