- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.6.13-3.6.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖塞里克以虚假休战等待顺风,随后施放火船摧毁了罗马舰队,勇将约翰宁死不屈投海自尽。远征以溃败告终,巴西利斯库斯逃归拜占庭避难,利奥皇帝不久处决了阿斯帕尔父子。
πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη.1
盖塞里克派遣使节前往巴西利斯库斯处,请求将战事推迟五日,以便在此期间商议并遵行皇帝最为期望的事项。
λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι.
人们传说,他还在巴西利斯库斯军队不知情的情况下暗中送去大批黄金,以此买下了这次停战。
ἔπρασσε δὲ ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι.
他之所以如此行事,是料定(事实果真如此)在此期间会刮起对他有利的顺风。
Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίει τε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέδῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων.
而巴西利斯库斯不知是如约讨好阿斯帕尔,还是为钱财出卖战机,亦或自以为此举更为妥当,竟应允了所请,按兵不动驻留营中,坐等敌人的有利时机。
Οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοί τε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενά, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, ἔπλεον ἐπὶ τοὺς πολεμίους.
汪达尔人一俟那场他们一直坐以待旦的顺风刮起,便扬起风帆,拖曳着如前所述预先备好的无人空船,驶向敌军。
ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν ἱστίων, ἀφῆκαν ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον.
当他们靠近时,便点燃自己拖曳的那些船只,在船帆被风鼓满之际,将其放向罗马军的营地。
ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόν τε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως ξυνδιεφθείροντο.
由于该处舰船密集,这些火船无论冲撞何处,都极易引燃,火船本身也极易与相撞的船只同归于尽。
οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβός τε, ὡς τὸ εἰκός, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷ τε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τά τε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ’ ἀλλήλων διαφθειρομένας οὐδενὶ κόσμῳ.
大火如此扑来,混乱自然笼罩了罗马舰队;巨浪般的喊杀声与狂风及烈焰的轰鸣声激烈对撞,兵士与水手混杂在一起互相呼喊,用长篙推开火船以及在极度混乱中彼此挤撞损毁的己方战舰。
ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις2 τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι.
此时汪达尔人也已赶到,有的冲撞沉船,有的连同甲胄一并掳掠逃命的兵士。
εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ’ ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών.
但罗马人中亦有在这场苦难中展现勇毅之人,其中首推约翰;此人身为巴西利斯库斯的副将,却绝未参与其背叛之举。
περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεώς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν.
当大群敌军围攻他的座舰时,他转侧于甲板之上斩杀了大批敌兵;但当他发觉战舰即将陷落时,便身着全副甲胄从甲板纵身跃入大海。
πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται.3
盖塞里克之子根宗再三苦苦劝阻,信誓旦旦并许以保全其性命;然而他仍将身躯沉入大海,只说出这一句话:约翰绝不落入狗辈之手。
Ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ’ οἴκου ἀπεκομίσθη· Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ.
这场战事便如此告终,赫拉克利乌斯返回故土;因为马尔凯利亚努斯已被一位同僚将领暗算身亡。
Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ ʽΣοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοἰ, ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν.
巴西利斯库斯抵达拜占庭后,作为请愿者避入至大真神基督的圣殿(拜占庭人称该殿为索菲亚,认为此尊号与神最为相称);在维里娜皇后的代为求情下,他虽逃过了这场杀身之祸,但当时却未能登上他为此机关算尽的皇帝宝座。
Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.
因为利奥皇帝不久之后怀疑阿斯帕尔和阿尔达布里乌斯图谋弑君,便在宫廷中将他们二人处死。这些事情便是如此发生的。
- 3.6.13ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη
古典希腊语常见惯用句型,由人称与格(βασιλεῖ)与愿望分词(βουλομένῳ)配合间接引语从句中的祈愿语气动词(εἴη)构成,意为“凡最符合皇帝心意之事”。
- 3.6.21αὐτοῖς ὅπλοις
随伴与格(sociative dative)。αὐτός 与名词同格且无前置词,表示“连同……一起”、“连同甲胄在内地”。
- 3.6.24ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται
由双重否定 οὐ μή 后接不定过去时虚拟语气(γένηται)构成的强意否定句式,表达断然绝不的坚定决心(“约翰绝不落入狗辈之手”)。在由 ἀποφθεγξάμενος 引出的 ὡς 从句中保留了直接引语性质的虚拟式。
