← 普罗科皮乌斯

战史

§3.6.1-3.6.12

利奥的大远征与巴西利斯库斯的拖延

东部皇帝利奥组建了庞大的海陆大军并命巴西利斯库斯为统帅征讨汪达尔人,然而受阿斯帕尔唆使的巴西利斯库斯消极拖延,使原本惊恐万状的盖塞里克得以获得反击备战的机会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ’ αὐτοὺς στράτευμα· τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔς τε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν κόλασιν.

出于这些缘由,利奥皇帝意欲向汪达尔人复仇,便征集了一支大军讨伐他们;据说这支大军的人数多达约十万人。他从整个东方海域集结了一支庞大的舰队,对士兵和水手展现出极大的慷慨,唯恐自己在热切渴望对蛮族施加惩处时,因小气吝啬而遭遇阻碍。

§3.6.2

φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ’ οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ’ ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν.1

人们确实传说,他为徒劳无益的举动耗费了一千三百森特纳里亚之巨的钱财。然而,由于汪达尔人注定不会覆灭于这次远征,他便任命其妻维里娜的兄弟巴西利斯库斯为这次战事的最高统帅;此人对皇位怀有异乎寻常的狂热,并期望通过结交阿斯帕尔,便可不费一兵一卒夺取皇位。

§3.6.3

αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτην τε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷός τε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδη τε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι ἐπίδοξος ἦν.

因为阿斯帕尔本人信奉阿里乌斯派教义,且绝无改变信仰的意图,故而无法亲自登上帝位,但他却轻而易举便有能力立他人为帝;彼时他已被认为将会对〔与他〕发生龃龉的利奥皇帝图谋不轨。

§3.6.4

λέγουσιν οὖν Ἄσπαρα τότε δείσαντα μὴ Βανδίλων ἡσσημένων ὁ Λέων ὡς ἀσφαλέστατα τὴν βασιλείαν κρατύνηται, πολλὰ Βασιλίσκῳ ἐπισκήψαντα παρακαταθέσθαι οἱ Βανδίλους τε καὶ Γιζέριχον.2

因此据说阿斯帕尔当时唯恐汪达尔人一旦被击败,利奥的统治将变得无比稳固,便再三叮嘱巴西利斯库斯,托付他放过汪达尔人和盖塞里克。

§3.6.5

Λέων δὲ ἤδη πρότερον Ἀνθέμιον, ἄνδρα ἐκ γερουσίας, πλούτῳ τε καὶ γένει μέγαν, βασιλέα τῆς ἑσπερίας καταστησάμενος ἔπεμψεν, ὅπως οἱ τὰ ἐς τὸν Βανδιλικὸν συλλήψεται πόλεμον.

利奥早先已任命元老院出身、家世显赫且资财巨万的安特米乌斯为西部皇帝并遣其赴任,以便他在对汪达尔人的战事中给予协助。

§3.6.6

καίτοι Γιζέριχος ἔχρῃζε καὶ πολλὰ ἐλιπάρει Ὀλυβρίῳ παραδοθῆναι τὴν βασιλείαν Πλακιδίᾳ τῇ Βαλεντινιανοῦ παιδὶ ξυνοικοῦντι καὶ διὰ τὸ κῆδος εὐνοϊκῶς αὐτῷ ἔχοντι, ἐπειδή τε τούτου ἠτύχησεν, ἔτι μᾶλλον ὠργίζετο καὶ πᾶσαν τὴν βασιλέως γῆν ἐληίζετο.

然而盖塞里克曾屡屡恳求将皇位交付给奥利布里乌斯——此人娶了瓦伦提尼安之女普拉奇迪亚,且因姻亲关系而对其深怀善意;盖塞里克未能如愿,便愈发愤怒,大肆洗劫了皇帝的所有土地。

§3.6.7

ἦν δέ τις ἐν Δαλματίᾳ Μαρκελλιανὸς τῶν Ἀετίῳ γνωρίμων, ἀνὴρ δόκιμος, ὃς ἐπειδὴ Ἀέτιος ἐτελεύτησε τρόπῳ τῷ εἰρημένῳ, βασιλεῖ εἴκειν οὐκέτι ἠξίου, ἀλλὰ νεωτερίσας τε καὶ τοὺς ἄλλους ἅπαντας ἀποστήσας αὐτὸς εἶχε τὸ Δαλματίας κράτος, οὐδενός οἱ ἐς χεῖρας ἰέναι τολμήσαντος.

当时达尔马提亚有一位名叫马尔凯利亚努斯的人,是埃提乌斯的密友且颇具威望。自埃提乌斯依前述方式死后,他便不屑于再臣服于皇帝,而是发动叛乱,策动所有人脱离归附,自领达尔马提亚的统治权,当时无人敢于与其交锋。

§3.6.8

τοῦτον δὴ τὸν Μαρκελλιανὸν τότε Λέων βασιλεὺς εὖ μάλα τιθασσεύων προσεποιήσατο, καὶ ἐς Σαρδὼ τὴν νῆσον ἐκέλευεν ἰέναι, Βανδίλων κατήκοον οὖσαν. ὁ δὲ αὐτὴν Βανδίλους ἐξελάσας οὐ χαλεπῶς ἔσχεν.

利奥皇帝当时施展极其巧妙的安抚手段拉拢了这位马尔凯利亚努斯,并命他前往臣服于汪达尔人的萨丁尼亚岛。他驱逐了汪达尔人,毫不费力地占据了该岛。

§3.6.9

Ἡράκλειος δὲ σταλεὶς ἐκ Βυζαντίου εἰς Τρίπολιν τὴν ἐν Λιβύῃ νικήσας τε μάχῃ τοὺς ταύτῃ Βανδίλους τάς τε πόλεις ῥᾳδίως εἷλε καὶ τὰς ναῦς ἐνταῦθα ἀπολιπὼν πεζῇ τὸ στράτευμα ἐς Καρχηδόνα ἦγε. τὰ μὲν οὖν τοῦ πολέμου προοίμια τῇδε ἐφέρετο.

此外,赫拉克利乌斯从拜占庭被派往利比亚的特里波利,他在交战中击溃了当地的汪达尔人,轻易攻取了各城镇,并将船只留在此处,率陆军向迦太基进发。战争的序幕便是如此拉开的。

§3.6.10

Βασιλίσκος δὲ τῷ παντὶ στόλῳ ἐς πόλισμα κατέπλευσε, Καρχηδόνος διέχον οὐχ ἧσσον ἢ ὀγδοήκοντά τε καὶ διακοσίοις σταδίοις (Ἑρμοῦ δὲ νεὼς ἐνταῦθα ἐκ παλαιοῦ ἐτύγχανεν ὤν, ἀφ’ οὗ δὴ καὶ Μερκούριον ὁ τόπος ἐκλήθη· οὕτω γὰρ τὸν Ἑρμῆν καλοῦσι Ῥωμαῖοι), καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ’ εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήν τε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους κατεδουλώσατο·3

然而巴西利斯库斯却率全舰队驶入一座距迦太基不下二百八十斯塔迪亚的小城(那里自古就有一座赫尔墨斯的神庙,此地也因此被称为墨丘利翁;因为罗马人便是如此称呼赫尔墨斯的);倘若他未曾故意拖延而裹足不前,而是直接挥师进犯迦太基,他本可以一鼓作气攻克该城,并降服甚至未作任何抵抗的汪达尔人。

§3.6.11

οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώ τε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη.

盖塞里克因得知萨丁尼亚和特里波利双双陷落,又目睹了巴西利斯库斯的舰队——据说罗马人此前从未拥有过如此规模的舰队——竟对利奥惧怕万分,视其为不可战胜之帝。然而此刻,这位统帅的迟疑延误(无论是出于怯懦还是出于背叛)阻碍了这一切。

§3.6.12

Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλας τε κενὰς ἀνδρῶν καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε.

盖塞里克利用了巴西利斯库斯的懈怠,采取了如下对策:他将麾下所有臣民尽可能精良地武装起来登船备战,同时准备了另一批空无一人、航速极快的船只。

语法注3 条
  1. 3.6.2ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν

    关系代词 ἥν 以先行词 βασιλείας 为指代对象,并在不定式从句中作 ἔσεσθαι 的主语对格。附着与格代词 οἱ 表示归属与关涉(指巴西利斯库斯),分词 προσποιησαμένῳ 与其在格、性、数上保持一致,带有条件意味(“若取得阿斯帕尔之友谊,皇位便将归他所有”)。

  2. 3.6.4παρακαταθέσθαι οἱ Βανδίλους τε καὶ Γιζέριχον

    中动相动词 παρακαταθέσθαι 意为“托付”、“寄托于某人之手”。在此处意指将汪达尔人与盖塞里克托付给巴西利斯库斯关照(即嘱其手下留情、予以保全)。与格代词 οἱ 作间接宾语,指巴西利斯库斯。

  3. 3.6.10καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ’ εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήν τε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους κατεδουλώσατο

    过去与事实相反的虚拟条件句(反事实条件句)。条件从句由 εἰ μὴ 搭配不定过去时直陈式(ἐμέλλησεν, ἐπεχείρησε)构成,主句则由 ἄν 搭配不定过去时直陈式(εἷλε, κατεδουλώσατο)构成,表述“假若他当时未曾故意拖延而是直驱迦太基,定已攻克该城”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.6.1-3.6.12