← 普罗科皮乌斯

战史

§3.5.12-3.5.25

盖塞里克的土地没收与地中海劫掠远征

盖塞里克没收利比亚沃土分给汪达尔人,并对原地主课以重税加以镇压,同时整编军队夸示兵力。瓦伦提尼安死后,他联合毛利人,每年春季向东西罗马领地发动无差别的劫掠远征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.12

Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγρούς,1 οἳ πλεῖστοί τε ἦσαν καὶ ἄριστοι, ἐς δὲ τὸ τῶν Βανδίλων διένειμεν ἔθνος, καὶ ἀπ’ αὐτοῦ κλῆροι Βανδίλων οἱ ἀγροὶ οὗτοι ἐς τόδε καλοῦνται τοῦ χρόνου.

至于其余的利比亚人,他夺走了他们为数最多、最优良的田庄,分给汪达尔部族;正因如此,直至今日这些地产仍被称为“汪达尔份地”。

§3.5.13

τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαί τε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν·2 ἦν δὲ αὐτοῖς ἐν ἐξουσίᾳ καὶ ὅποι βούλοιντο ἀπαλλάσσεσθαι.

而对这些田庄的原主而言,其境况变成了陷入极度贫困却仍保有自由之身;他们亦有权前往自己想去的任何地方。

§3.5.14

καὶ τὰ μὲν χωρία ξύμπαντα, ὅσα τοῖς τε παισὶ καὶ τοῖς ἄλλοις Βανδίλοις Γιζέριχος παραδεδώκει, οὐδεμιᾶς φόρου ἀπαγωγῆς ὑποτελῆ ἐκέλευσεν εἶναι.

凡盖塞里克交予其诸子及其他汪达尔人的全部地产,他下令均免交一切赋税。

§3.5.15

τῆς δὲ γῆς ὅση οἱ οὐκ ἀγαθὴ ἔδοξεν εἶναι, ἀφῆκε τοῖς πρότερον ἔχουσι, τοσαῦτα ἐνθένδε τῷ δημοσίῳ φέρεσθαι τάξας ὥστε οὐδ’ ὁτιοῦν περιῆν τοῖς τὰ χωρία τὰ σφέτερα αὐτῶν ἔχουσιν.

至于在他看来算不上优良的土地,他留给了原主,但规定须由此向国库缴纳极为沉重的赋税,以致保有自己地产的人竟一无所剩。

§3.5.16

ἔφευγον δὲ πολλοὶ καὶ ἐκτείνοντο. αἰτίαι γὰρ αὐτοῖς πολλαί τε καὶ χαλεπαὶ προσεφέροντο· πασῶν δὲ μία μεγίστη δὴ ἐδόκει εἶναι ὅτι χρήματά τις οἰκεῖα ἔχων ἀπέκρυπτεν. οὕτω τοὺς Λίβυας πᾶσα ἰδέα ξυμφορᾶς περιέστη.

许多人逃亡,许多人被杀,因为他们遭受了许多严厉的指控;在这一切指控中,被认为最大的一条便是有人私匿个人钱财。利比亚人就这样陷入了各种各样的灾祸之中。

§3.5.18

Τοὺς δὲ δὴ Βανδίλους τε καὶ Ἀλανοὺς ἐς λόχους καταστησάμενος, λοχαγοὺς αὐτοῖς ἐπέστησεν οὐχ ἧσσον ἢ ὀγδοήκοντα, οὕσπερ χιλιάρχους ἐκάλεσε, δόκησιν παρέχων ἐς ὀκτώ οἱ μυριάδας συνιέναι τὸν τῶν στρατευομένων λεών.3

盖塞里克将汪达尔人和阿兰人编成各个连队,为他们设立了不下八十名队长,并称其为千夫长,以此造成其从军兵员多达八万人的虚象。

§3.5.19

καίτοι οὐ μᾶλλον ἢ ἐς μυριάδας πέντε τὸ τῶν Βανδίλων τε καὶ Ἀλανῶν πλῆθος ἔν γε τῷ πρὶν χρόνῳ ἐλέγετο εἶναι.

然而,在此前时代,据说汪达尔人和阿兰人的总数至多不过五万人。

§3.5.20

ἔπειτα μέντοι τῇ τε κατὰ σφᾶς παιδοποιίᾳ καὶ ἄλλους βαρβάρους ἑταιρισάμενοι ἐς μεγάλην τινὰ πολυανθρωπίαν ἐχώρησαν.

不过后来,凭借其自身的繁衍以及吸纳其他蛮族结盟,他们的人口增长到了极其庞大的规模。

§3.5.21

τὰ δὲ τῶν Ἀλανῶν καὶ τῶν ἄλλων βαρβάρων ὀνόματα, πλὴν Μαυρουσίων, ἐς τὸ τῶν Βανδίλων ἅπαντα ἀπεκρίθη.

除毛利人外,阿兰人及其他蛮族的名号,全都归并到了汪达尔人这一名称之中。

§3.5.22

τότε δὲ Γιζέριχος Μαυρουσίους προσποιησάμενος, ἐπειδὴ Βαλεντινιανὸς ἐτελεύτησεν, ἀνὰ πᾶν ἔτος ἦρι ἀρχομένῳ ἔς τε Σικελίαν καὶ Ἰταλίαν ἐσβολὰς ἐποιεῖτο καὶ τῶν πόλεων τὰς μὲν ἀνδραποδίσας, τὰς δὲ καθελὼν ἐς ἔδαφος, ληισάμενός τε ἅπαντα, ἐπεὶ ἀνθρώπων τε ἡ χώρα καὶ χρημάτων ἔρημος ἐγεγόνει, ἐς τὸ τοῦ ἑῴου βασιλέως ἐσέβαλε κράτος.

彼时盖塞里克联合了毛利人,自瓦伦提尼安死后,每逢初春便出兵进犯西西里和意大利;对于各城镇,他有的降其居民为奴,有的将其夷为平地,洗劫了一切。当那片土地人财两空之后,他便侵入了东部皇帝的领地。

§3.5.23

Ἰλλυριοὺς οὖν ἐληίζετο καὶ τῆς τε Πελοποννήσου τῆς τε ἄλλης Ἑλλάδος τὰ πλεῖστα καὶ ὅσαι αὐτῇ νῆσοι ἐπίκεινται. αὖθις δὲ ἔς τε Σικελίαν καὶ Ἰταλίαν ἀπέβαινεν, ἦγέ τε καὶ ἔφερεν ἐκ περιτροπῆς ἅπαντα.

于是他劫掠了伊利里亚人,以及伯罗奔尼撒和希腊本土的大部分地区,并波及所有邻近的岛屿;随后他又重返西西里和意大利,轮番劫掠荡涤一切。

§3.5.24

καί ποτε αὐτὸν ἐς τὴν ναῦν ἐσβάντα ἐν τῷ Καρχηδόνος λιμένι, ἀνατεινομένων ἤδη τῶν ἱστίων, φασὶν ἐρέσθαι τὸν κυβερνήτην ἐπὶ τίνας ποτὲ ἀνθρώπων ἰέναι κελεύοι.4

据说有一次,他在迦太基港登船,当风帆正要扬起之际,舵手询问他命令向哪些人进发;他回答道:

§3.5.25

καὶ τὸν ἀποκρινάμενον φάναι, δηλονότι ἐφ’ οὓς ὁ θεὸς ὤργισται. οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἐφ’ οὓς ἂν τύχοι ἐσέβαλλε.

“自然是向上帝震怒所加之人。”他就这样全无由头,但凡碰上谁便进犯谁。

语法注4 条
  1. 3.5.12Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγρούς

    动词 ἀφαιρέω 带表示人的宾格(Λίβυας τοὺς ἄλλους)与表示物的宾格(τοὺς ἀγρούς)的双宾格结构,意为“夺走了其余利比亚人的田庄”。

  2. 3.5.13τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαί τε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν

    无人称动词 ξυνέβαινεν(“发生/结果是”)支配与格补足语(τοῖς... κεκτημένοις)及两个并列不定式(πένεσθαι 与 εἶναι)。表语形容词 ἐλευθέροις 与逻辑主语与格 τοῖς κεκτημένοις 保持格一致,而未作宾格。

  3. 3.5.18δόκησιν παρέχων ἐς ὀκτώ οἱ μυριάδας συνιέναι τὸν τῶν στρατευομένων λεών

    分词短语 δόκησιν παρέχων(“制造……印象”)直接后接宾格加不定式结构(主语为 τὸν... λεών,动词为 συνιέναι)以阐明内容,未加连词 ὡς;介词短语 ἐς ὀκτώ... μυριάδας 表示达到的数值(“达到八万人”)。

  4. 3.5.24ἐρέσθαι τὸν κυβερνήτην ἐπὶ τίνας ποτὲ ἀνθρώπων ἰέναι κελεύοι

    间接引语中 ἐρέσθαι 的主语与宾语关系:由于间接疑问句中的谓语 κελεύοι 为第三人称希求语气(“他[盖塞里克]命令……”),因此询问的发出者是舵手(τὸν κυβερνήτην,不定式的主语),而被询问者是前文的盖塞里克(αὐτόν,充当 ἐρέσθαι 的宾语),即“舵手问他命令向何人进发”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.5.12-3.5.25