- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.5.1-3.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖塞里克占领并劫掠罗马,掳走皇室母女;此后他下令拆毁利比亚各城城墙,这一举措后来反而便利了贝利撒留的征服。
Γιζέριχος δὲ δι’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτῷ χρήματα μεγάλα ἔσεσθαι ὑπετόπαζε,1 στόλῳ πολλῷ ἐς Ἰταλίαν κατέπλευσεν. ἀναβὰς δὲ ἐς Ῥώμην, ἐπεὶ οὐδείς οἱ ἐμποδὼν ἕστηκε, τῶν βασιλείων ἐκράτησε.
盖塞里克并无他故,纯因料定自己能获巨额财富,便率大舰队驶往意大利。他进抵罗马,因无人阻拦,遂占领了皇宫。
Μάξιμον μὲν οὖν φεύγοντα Ῥωμαῖοι λίθοις βαλόντες διέφθειραν, καὶ τήν τε κεφαλὴν τῶν τε ἄλλων μελῶν ἕκαστον ἀποτεμόμενοι διείλοντο σφίσι.
至于逃跑中的马克西穆斯,罗马人用乱石将他砸死,并割下他的头颅和其余各个肢体,分而持之。
Γιζέριχος δὲ τήν τε Εὐδοξίαν ἅμα Εὐδοκίᾳ τε καὶ Πλακιδίᾳ, ταῖς αὐτῆς τε καὶ Βαλεντινιανοῦ παισίν, αἰχμάλωτον εἷλε, χρυσοῦ τε καὶ τῶν ἄλλων βασιλέως κτημάτων πολύ τι χρῆμα ἐν ταῖς ναυσὶν ἐνθέμενος ἐς Καρχηδόνα ἔπλει, οὔτε χαλκοῦ οὔτε ἄλλου ὁτουοῦν ἐν τοῖς βασιλείοις φεισάμενος.
盖塞里克则将欧多克西亚连同她与瓦伦提尼安所生的两个女儿欧多基娅和普拉基狄娅俘虏,又将数量庞大的黄金及皇帝的其他财产装载上船,起航前往迦太基;皇宫中的青铜或其他任何器物,他都未加姑息。
ἐσύλησε δὲ καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου νεὼν καὶ τοῦ τέγους τὴν ἡμίσειαν ἀφείλετο μοῖραν. τοῦτο δὲ τὸ τέγος χαλκοῦ μὲν τοῦ ἀρίστου ἐτύγχανεν ὄν, χρυσοῦ δὲ αὐτῷ ὑπερχυθέντος ἁδροῦ ὡς μάλιστα μεγαλοπρεπές τε καὶ θαύματος πολλοῦ ἄξιον διεφαίνετο.
他还洗劫了卡皮托利乌姆的朱庇特神庙,剥去了半边屋顶。这座屋顶恰是用极上乘的青铜制成,因其表面厚厚镀了一层黄金,显得极其富丽堂皇,令人惊叹不已。
τῶν δὲ μετὰ Γιζερίχου νεῶν μίαν μέν, ἣ τὰς εἰκόνας ἔφερε, φασὶν ἀπολέσθαι, πάσαις δὲ ταῖς ἄλλαις οἱ Βανδίλοι ἐς τὸν Καρχηδόνος λιμένα κατῆραν.
据说在盖塞里克的船队中,有一艘运载雕像的船只失事沉没,而汪达尔人则率其余所有的船只驶入了迦太基港。
Εὐδοκίαν μὲν οὖν Γιζέριχος Ὁνωρίχῳ τῷ τῶν παίδων πρεσβυτέρῳ ξυνῴκισε, τὴν δὲ δὴ ἑτέραν ʽἀνδρὶ γὰρ ξυνῴκει Ὀλυβρίῳ, τῶν ἐν βουλῇ τῇ Ῥωμαίων δοκιμωτάτᾠ ἅμα τῇ μητρὶ Εὐδοξίᾳ, ἐξαιτησαμένου βασιλέως, ἐς Βυζάντιον ἔπεμψεν.
随后,盖塞里克将欧多基娅嫁给长子胡内里克;至于另一个女儿——因她已嫁给罗马元老院中极有声望的奥利布里乌斯——他应皇帝的请求,将她与母亲欧多克西亚一同遣送回拜占庭。
ἤδη δὲ τὸ τῶν ἑῴων κράτος ἐς Λέοντα περιεστήκει, Ἄσπαρος ἐς τοῦτο αὐτὸν καταστησαμένου, ἐπειδὴ Μαρκιανὸς ἐξ ἀνθρώπων ἀπήλλακτο.
此时东方的统治权已归于利奥,因马尔基安辞世后,乃是阿斯帕尔扶立其即位的。
Ὕστερον δὲ Γιζέριχος ἐπενόει τοιάδε. τῶν ἐν Λιβύῃ πόλεων, πλὴν Καρχηδόνος, τὰ τείχη καθεῖλεν, ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκ τε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται2 ὡς καὶ πόλιν καταλήψονται καὶ φρουρὰν ἐν αὐτῇ ποιησάμενοι πράγματα Βανδίλοις παρέξονται.
此后,盖塞里克又作如下打算:他拆除了除迦太基之外利比亚境内所有城镇的城墙,以使利比亚人自己不致因倒向罗马人而据险作乱,并使皇帝派来的军队断绝占据城池、屯兵驻守而向汪达尔人发难的指望。
τότε μὲν οὖν εὖ τε ἔδοξε βεβουλεῦσθαι καὶ τὴν εὐημερίαν Βανδίλοις ὡς ἀσφαλέστατα διασώσασθαι, χρόνῳ δὲ τῷ ὑστέρῳ, ὅτε δὴ ἀτείχιστοι οὖσαι ῥᾷόν τε καὶ ἀπονώτερον πρὸς Βελισαρίου αἱ πόλεις αὗται ἡλίσκοντο, πολύν τε γέλωτα ἤδη Γιζέριχος ὦφλε καὶ ἡ τέως δοκοῦσά οἱ εὐβουλία ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη.3
在当时,这一谋划似乎颇为明智,亦能最稳妥地保有汪达尔人的盛运;然而在后世,由于全无城防,这些城镇被贝利撒留更加轻而易举且毫不费力地攻占时,盖塞里克便招致了极大的嘲弄,他昔日自以为的远见,最终在他身上化作了愚蠢。
ταῖς γὰρ δὴ τύχαις ἀεὶ τὰς δόξας ἐπὶ τοῖς πρότερον βεβουλευμένοις ξυμμεταβάλλεσθαι φιλοῦσιν ἄνθρωποι.
盖世人向来习惯依凭命运的际遇,来改变自己对昔日决断的评价。
τῶν δὲ Λιβύων εἴ τι μὲν δόκιμον ἐτύγχανεν ὂν καὶ πλούτῳ ἀκμάζον, αὐτοῖς ἀγροῖς τε καὶ πᾶσι χρήμασιν4 ἐν ἀνδραπόδων μοίρᾳ παρέδωκε τοῖς παισὶν Ὁνωρίχῳ τε καὶ Γένζωνι. Θεόδωρος γὰρ ὁ νεώτατος ἐτελεύτα ἤδη, ἄπαις τὸ παράπαν ἄρρενός τε καὶ θήλεος γόνου.
至于利比亚人中那些素有名望且财富殷盛之人,盖塞里克连同田庄与一切资财将他们降为奴隶,交由其子胡内里克和根宗分管;因为幼子塞奥多罗斯此时业已去世,未曾留下任何男女后嗣。
- 3.5.1δι’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτῷ χρήματα μεγάλα ἔσεσθαι ὑπετόπαζε
短语 διʼ ἄλλο μὲν οὐδέν 为省略动词的因果对举结构("并非出于任何其他原因"),与后文的 ὅτι δὲ...("只因……",即省略了 διὰ τοῦτο)形成对照。小词 μέν...δέ 的对比凸显出盖塞里克出兵的真正动机是贪图巨富,而非回应欧多克西亚的求援。
- 3.5.8ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκ τε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται
在由 ὡς ἄν 引导的目的从句中,并列连词 μήτε... μήτε 将希求式(εἶεν)与将来时直陈式(ἔσται)连接起来,构成了语气上的交替变化。前半句用希求式表示假设性的潜在能力("使他们不具备作乱的能力"),后半句改用将来时直陈式则强调客观确凿的未来结果("使他们绝无占城的指望")。
- 3.5.9ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη
动词 ἀποκρίνομαι 在此并非习见的"回答",而是引申为"归结为、转变成、显露为"之意(后接介词短语 ἐς ἄνοιαν)。主语 ἡ τέως δοκοῦσα εὐβουλία(昔日自以为的远见)与"愚蠢"形成对照,表明原先被视作良策之举最终演变成愚行。
- 3.5.11αὐτοῖς ἀγροῖς τε καὶ πᾶσι χρήμασιν
与代词 αὐτός 连用的伴随与格(sociative dative),意为"连同田地与全部资财一并"或"田产家当统统在内",用以表示整体不可分割地连带剥夺。
