- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.4.30-3.4.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿提拉因察觉鹳鸟迁飞的吉兆而强攻陷落阿奎莱亚城。与此同时在罗马,马克西穆斯弑君并强占欧多克西亚,激怒了欧多克西亚,使其遣使向盖塞里克求援复仇。
τότε τῷ Ἀττίλᾳ πόλιν Ἀκυληίαν πολιορκοῦντι μεγάλην τε καὶ ἀτεχνῶς πολυάνθρωπον, παραλίαν μέν, ἐκτὸς δὲ κόλπου τοῦ Ἰονίου οὖσαν, τοιόνδε φασὶν εὐτύχημα ξυνενεχθῆναι. λέγουσι γὰρ αὐτόν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷός τε ἦν τὸ χωρίον ἑλεῖν, πρός τε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι.
当时,阿提拉正在围攻阿奎莱亚城——此城规模宏大,人口极盛,地处沿海却位于爱奥尼亚湾之外——据说他遭遇了如下一桩幸事。人们说,由于他无论强攻还是通过其他方式都无法攻克该据点,便对这场已历时甚久的围城战感到灰心,遂命令全军立即做好撤退准备,以便次日破晓日出之时全体撤离此地。
ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάν τε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις ἐξαναστῆναι.
到了次日日出前后,蛮族军队解除了围困,已着手撤退,忽有一只在城墙某座塔楼筑巢哺雏的鹳鸟,突然带着雏鸟自那里起飞。
καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι,1 οὕτω τε ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι.
只见鹳鸟父亲展翅飞翔,而小鹳因羽翼尚未完全丰满,部分时间与它同飞,部分时间则伏在父亲背上被其驮负,它们便以这种方式飞离该城,去往极远之处。
ὃ δὴ Ἀττίλαν κατιδόντα ʽἦν γὰρ δεινότατος ξυνεῖναί τε καὶ ξυμβαλεῖν ἅπαντἀ κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν τῷ χωρίῳ ξυμβήσεσθαι.
阿提拉见状——他向来极擅察觉并推演万物之兆——遂令全军重驻原处,并补充道:若非预感到该地不久将遭厄运,此鸟绝不会带着雏鸟贸然自那里远走高飞。
οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπʼ οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτω τε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν.
据说,蛮族军队因此重新投入围城,未过多久,城墙上带有那只鸟巢的那一部分竟无缘无故霍然坍塌,敌人由此得以进入城中,阿奎莱亚遂遭强攻陷落。关于阿奎莱亚之事,大体便是如此。
Ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇ τε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ ἥπερ αὐτῷ ξυνῴκει τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη διαπεπραγμένος ἃ εἴργαστο.
此后,马克西穆斯轻而易举地刺杀了皇帝,篡夺了统治权,并强行占有了欧多克西亚;因为此前与他同住的妻子不久前刚刚离世。有一次在枕席之间,他对她说,自己所为的一切皆是出于对她的爱慕。
τήν τε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαί τε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔς τε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν2 Μαξίμου λέγοντος ἤκουσε.
欧多克西亚本就怨恨马克西穆斯,且早有心为他对瓦伦提尼安所犯的不义之举报仇,这番话更使她怒火中烧,而当她听闻马克西穆斯称其丈夫的惨祸乃因自己而起时,便坚定了谋害他的决心。
καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα δεομένη Γιζερίχου τιμωρεῖν Βαλεντινιανῷ ὑπ’ ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦ τε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια.
天一破晓,她便遣使前往迦太基,恳求盖塞里克替瓦伦提尼安复仇——后者遭不道之人谋害,死得极不合于其自身及皇权之尊严——并解救横遭僭主凌辱的自己。
ἐπέσκηπτε δὲ ὡς φίλῳ τε καὶ ξυμμάχῳ ὄντι Γιζερίχῳ καὶ τηλικοῦδε πάθους ἐς οἶκον τὸν βασιλέως ξυμβάντος τὸ μὴ οὐχὶ τιμωρῷ γενέσθαι οὐχ ὅσιόν ἐστιν.3 ἐκ Βυζαντίου γὰρ τιμωρίαν οὐδεμίαν ᾤετο ἔσεσθαι, Θεοδοσίου μὲν ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος, Μαρκιανοῦ δὲ τὴν βασιλείαν παραλαβόντος.
她极力申明:鉴于盖塞里克乃是友人与盟友,且皇室遭遇了如此巨大的祸难,若不出面复仇实属大逆不道。因为她认为拜占庭绝不会有任何复仇举措,盖因狄奥多西业已撒手人寰,而马尔基安则已继位称帝。
- 3.4.33τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι
成对出现的中性复数宾格 τὰ μέν 与 τὰ δέ 在此处作副词性宾格,意为“部分……部分……”或“有时……有时……”。与之搭配的不定式 μετέχειν 与 φέρεσθαι 延续间接引语,描写幼鸟飞行的动作。
- 3.4.37τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν
后置介词 ἕνεκα 支配其前的人称代词属格 αὐτῆς(“为了她 / 因她之故”),而 τῷ ἀνδρὶ 则是动词不定式 ξυμβῆναι 所支配的与格(“降临在她丈夫身上”)。倒装语序(hyperbaton)使得支配关系在此产生交错。
- 3.4.39τὸ μὴ οὐχὶ τιμωρῷ γενέσθαι οὐχ ὅσιόν ἐστιν
带冠词的不定式短语 τὸ ... γενέσθαι 带有双重否定词 μὴ οὐχί,因为其依附于主句中含有否定意味的谓语 οὐχ ὅσιόν ἐστιν(“是不合神意的 / 是不对的”)。在否定句之后,μὴ οὐ 强化了否定之否定,表达强烈的肯定义务:“不出面复仇是不合道义的(即必须复仇)”。
