← 普罗科皮乌斯

战史

§3.4.15-3.4.29

马克西穆斯之妻受辱与埃提乌斯之死

皇帝瓦伦提尼安设计奸污了元老马克西穆斯的贞妻,招致其报复;马克西穆斯设谋借皇帝之手除去了名将埃提乌斯,使得帝国在阿提拉的侵略面前失去抵御之屏障。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.15

ἐν δὲ δὴ Ῥώμῃ Πλακιδία μὲν πρότερον ἐτελεύτα, ἔπειτα δὲ Βαλεντινιανὸς ὁ ταύτης υἱός, ἄπαις ἀρσενογόνου, θυγατέρε μέντοι αὐτῷ δύο ἐξ Εὐδοξίας τῆς Θεοδοσίου παιδὸς ἐγενέσθην. ὅτῳ δὲ τρόπῳ Βαλεντινιανὸς ἐτελεύτα, λέξων ἔρχομαι.1

在罗马,普拉基迪娅先去世,随后她的儿子瓦伦提尼安亦亡故,膝下无男嗣,但与狄奥多西之女欧多克西亚育有二女。至于瓦伦提尼安如何身死,我将接续叙述。

§3.4.16

Μάξιμός τις ἦν ἐκ γερουσίας ἀνὴρ Ῥωμαῖος, ἐκ τῆς ἐκείνου Μαξίμου οἰκίας ὃν ὁ πρεσβύτερος Θεοδόσιος τυραννοῦντα καθελὼν ἔκτεινεν· ὑπὲρ οὗ δὴ καὶ τὴν ἐνιαύσιον ἑορτὴν ἄγουσι Ῥωμαῖοι τῆς τοῦ Μαξίμου ἥσσης ἐπώνυμον.

有一位名叫马克西穆斯的罗马元老院成员,出身于那位曾被老狄奥多西平定并诛杀的僭主马克西穆斯之家门;罗马人至今仍为此以马克西穆斯的败亡为名,每年举行庆祝节日。

§3.4.17

οὗτος ὁ νεώτερος Μάξιμος γυναικὶ ξυνῴκει σώφρονί τε τὸν τρόπον καὶ τὸ κάλλος διαβοήτῳ ἐς ἄγαν οὔσῃ. διὸ δὴ αὐτῇ ἐς κοίτην ἐλθεῖν Βαλεντινιανῷ τις ἐπιθυμία ἐγένετο.

这位年轻的马克西穆斯娶了一位品行端庄且容貌绝世的妻子。正因如此,瓦伦提尼安便萌生了与她同寝的欲念。

§3.4.18

καὶ ἐπεὶ βουλομένῳ αὐτῇ ξυγγενέσθαι ἀμήχανα ἦν, ἐβούλευσέ τε ἀνόσια ἔργα καὶ ἐπιτελῆ ταῦτα ἐποίησε.

由于他欲与其交好而无计可施,遂策划了卑劣的勾当并将其付诸实行。

§3.4.19

μεταπεμψάμενος γὰρ τὸν Μάξιμον ἐς παλάτιον ξὺν αὐτῷ ἐς τὸ πεττεύειν καθίστατο, καὶ χρυσίον ῥητὸν ἐτέτακτο ἡ ζημία τῷ ἡσσηθέντι·

他把马克西穆斯召进宫中,同他下棋赌博,并约定了败者应当支付的定额黄金。

§3.4.20

νενικηκὼς δὲ ὁ βασιλεὺς ἐν τούτῳ τῷ ἔργῳ καὶ τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος2 ἐς τὴν ἐκείνου οἰκίαν πέμπει, εἰπεῖν ἐπιστείλας τῇ γυναικὶ ὅτι δὴ αὐτὴν κελεύει Μάξιμος ὡς τάχιστα ἐς παλάτιον ἥκειν τὴν βασιλίδα Εὐδοξίαν ἀσπασομένην.

皇帝在此局中获胜,取了马克西穆斯的印戒作为赌注的抵押,派人送往其府邸,吩咐使者转告其妻:马克西穆斯命她尽快前往宫廷向皇后欧多克西亚请安。

§3.4.21

καὶ ἡ μὲν τὸν λόγον τῷ δακτυλίῳ τεκμηραμένη Μαξίμου εἶναι ἐσβᾶσα εἰς τὸ φορεῖον κομίζεται ἐς τὴν βασιλέως αὐλήν.

她凭印戒断定此话确系马克西穆斯所言,便坐上轿子前往皇宫。

§3.4.22

λαβόντες δὲ αὐτὴν οἷς δὴ αὕτη ἐκ βασιλέως ἡ ὑπουργία ἐπέκειτο, εἰσάγουσιν εἴς τι δωμάτιον τῆς γυναικωνίτιδος μακρὰν ἄποθεν, οὗ δὴ αὐτῇ ὁ Βαλεντινιανὸς ἐντυχὼν οὔτι ἑκουσίαν βιάζεται.

奉皇帝之命承办此役的内侍们接应了她,将她领入离后宫极远的一间房间,瓦伦提尼安在此处堵住她,强行将她奸污。

§3.4.23

ἡ δὲ μετὰ τὴν ὕβριν ἐς τοῦ ἀνδρὸς τὴν οἰκίαν ἐλθοῦσα δεδακρυμένη τε καὶ τῇ συμφορᾷ ὡς ἔνι μάλιστα περιαλγοῦσα πολλὰς ἐπέβαλε τῷ Μαξίμῳ ἀράς, ἅτε τοῖς πεπραγμένοις τὴν αἰτίαν παρασχομένῳ.

受此屈辱之后,她回到丈夫家中,泪流满面,因这场惨祸而痛断肝肠,向马克西穆斯发出了无尽的咒骂,责怪正是他招致了此番奇耻大辱。

§3.4.24

περιώδυνος τοίνυν ὁ Μάξιμος τοῖς ξυμπεσοῦσι γενόμενος αὐτίκα μὲν εἰς ἐπιβουλὴν τοῦ βασιλέως καθίστατο· ὡς δὲ τὸν Ἀέτιον ἑώρα μέγα δυνάμενον, ὃς καὶ Ἀττίλαν ἄρτι ἐνενικήκει στρατῷ μεγάλῳ Μασσαγετῶν τε καὶ τῶν ἄλλων Σκυθῶν ἐς τὴν Ῥωμαίων ἀρχὴν ἐσβαλόντα, ἐνθύμιόν οἱ ἐγένετο ὥς οἱ Ἀέτιος ἐς τὰ πρασσόμενα ἐμπόδιος ἔσται.

马克西穆斯因这场横祸而痛彻心扉,当即策划谋弑皇帝;然而当他看到埃提乌斯手握重权——此人方才击溃了率领由马萨革泰人及其他斯基泰人组成的大军入侵罗马帝国的阿提拉——他便意识到埃提乌斯将成为他行事的障碍。

§3.4.25

ταῦτά τε διανοουμένῳ ἄμεινον ἔδοξεν εἶναι τὸν Ἀέτιον ἐκποδὼν ποιήσασθαι πρότερον, οὐδὲν ποιησαμένῳ ὅτι ἐς αὐτὸν περιέστηκε πᾶσα ἡ Ῥωμαίων ἐλπίς.

几经思量,他认为先将埃提乌斯除去更为有利,全然不顾罗马人的全部希望实已寄托在此人身上。

§3.4.26

τῶν δὲ ἀμφὶ τὴν βασιλέως θεραπείαν εὐνούχων εὐνοϊκῶς οἱ ἐχόντων, ἀνέπεισε ταῖς αὐτῶν μηχαναῖς βασιλέα ὡς νεωτέροις πράγμασιν ἐγχειροίη Ἀέτιος.

由于侍奉皇帝身旁的宦官们倒向马克西穆斯,他便通过他们的阴谋伎俩使皇帝相信埃提乌斯意图谋反。

§3.4.27

Βαλεντινιανὸς δὲ ἄλλῳ οὐδενὶ ὅτι μὴ τῇ Ἀετίου δυνάμει τε καὶ ἀρετῇ τεκμηριώσας τὸν λόγον ὑγιᾶ εἶναι κτείνει τὸν ἄνδρα.

瓦伦提尼安除了埃提乌斯的权势与功绩之外毫无实据,便凭此认定指控属实,诛杀了此人。

§3.4.28

ὅτε δὴ καὶ Ῥωμαίων τις ἔπος εἰπὼν ηὐδοκίμησεν. ἐρομένου γὰρ αὐτὸν βασιλέως εἴ οἱ καλῶς ὁ τοῦ Ἀετίου θάνατος ἐργασθείη, ἀπεκρίνατο λέγων οὐκ ἔχειν μὲν εἰδέναι τοῦτο εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτῷ εἴργασται, ἐκεῖνο μέντοι ὡς ἄριστα ἐξεπίστασθαι, ὅτι αὑτοῦ τὴν δεξιὰν τῇ ἑτέρᾳ χειρὶ ἀποτεμὼν εἴη.3

当时,一位罗马人凭一席话而闻名。盖因皇帝问他埃提乌斯之死对他而言是否办得漂亮,他答道,自己无从得知此事办得是好是坏,但他深知一点:皇帝乃是用另一只手斩断了自己的右手。

§3.4.29

Ἀετίου γοῦν τελευτήσαντος Ἀττίλας, οὐδενός οἱ ἀντιπάλου ὄντος, Εὐρώπην τε ξύμπασαν πόνῳ οὐδενὶ ἐληίζετο καὶ βασιλείαν ἑκατέραν ἐπακούουσαν ἐς φόρου ἀπαγωγὴν ἔσχε. δασμοὶ γὰρ αὐτῷ πρὸς τῶν βασιλέων ἐπέμποντο ἀνὰ πᾶν ἔτος.

总之,埃提乌斯死后,阿提拉在无可匹敌之境况下轻而易举地洗劫了整个欧洲,并迫使两个帝国向其纳贡;因为两位皇帝每年都要向他输送贡税。

语法注3 条
  1. 3.4.15λέξων ἔρχομαι

    由表示位移的动词 ἔρχομαι 与将来时分词 λέξων 结合构成的迂回将来表达,意为“我将要讲述/接下来叙述”,是拟古史书常用的修辞句法。

  2. 3.4.20τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος

    κεκομισμένος 为中间态完成时分词,表“收下/取得”。ἐνέχυρον 作宾语补足语(“作为抵押”),τῷ ξυγκειμένῳ 则是中性名词化分词的与格,意为“所约定的赌金”,用作关系与格,表示抵押所针对的事物。

  3. 3.4.28ἀποτεμὼν εἴη

    ὅτι 引导的间接引语中使用的斜法祈愿语气迂回结构,由不定过去时分词 ἀποτεμών 与现在时祈愿语气 εἴη 复合构成,用以转述说话人对过去已完成动作(“亲手斩断了”)的看法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.4.15-3.4.29