- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.4.1-3.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吉泽里克从飞鹰降荫的异兆中看出战俘马尔基安日后必登帝位,遂命其立誓永不反攻汪达尔人后将其释放,随后通过与皇帝瓦伦提尼安议和并以其子胡内里克为人质,彻底巩固了在利比亚的统治。
Τὴν μὲν δὴ Λιβύην οὕτω Βανδίλοι Ῥωμαίους ἀφελόμενοι ἔσχον. τῶν δὲ πολεμίων οὓς λάβοιεν ζῶντας ἐν ἀνδραπόδων ποιούμενοι μοίρᾳ ἐν φυλακῇ εἶχον.
汪达尔人就这样从罗马人手中夺取了利比亚并加以占领。他们把活捉的敌军降为奴隶,拘押看守。
ἐν τούτοις δὲ καὶ Μαρκιανὸν ξυνέπεσεν εἶναι, ὃς ὕστερον τελευτήσαντος Θεοδοσίου τὴν βασιλείαν παρέλαβε.
在这些人当中,恰好有马尔基安在列,此人后来在狄奥多西死后继承了皇位。
τότε μέντοι Γιζέριχος ἐν τῇ βασιλέως αὐλῇ παρεῖναι τοὺς αἰχμαλώτους ἐκέλευεν, ὅπως οἱ εἰδέναι σκοπουμένῳ ἐξῇ ὅτῳ ἂν δεσπότῃ αὐτῶν ἕκαστος οὐκ ἀπὸ τῆς αὑτοῦ ἀξίας δουλεύοι.
当时,吉泽里克下令让战俘们在宫廷的庭院中集合,以便他亲自视察,得以知晓使他们每个人服侍何位主人方不致辱没各自的身份。
καὶ ἐπειδὴ ξυνελέγησαν αἴθριοι, ἀμφὶ ἡμέραν μέσην ὥρᾳ θέρους ἀχθόμενοι τῷ ἡλίῳ ἐκάθηντο. ἐν αὐτοῖς δὲ καὶ Μαρκιανὸς ὅπου δὴ ἀπημελημένως ἐκάθευδε.
战俘们露天聚集之后,值此盛夏正午时分,因酷暑烈日而痛苦不堪地坐着。马尔基安也在其中,正随意躺在某处熟睡。
καί τις αὐτοῦ ἀετὸς ὑπερίπτατο, τὰ πτερά, ὡς λέγουσι, διαπετάσας, ἀεί τε μένων ἐν τῇ αὐτῇ τοῦ ἀέρος χώρᾳ μόνον τὸν Μαρκιανὸν ἐπεσκίαζεν.
忽有一只鹰在他头顶盘旋,据人们所说,它展平双翅,始终停留在空中的同一位置,仅为马尔基安一人遮蔽骄阳。
ἐκ δὲ τῶν ὑπερῴων τὸ ποιούμενον ἰδὼν Γιζέριχος, ἀγχίνους τις ὢν μάλιστα, θεῖόν τε εἶναι τὸ πρᾶγμα ὑπώπτευσε καὶ τὸν ἄνθρωπον μεταπεμψάμενος ἐπυνθάνετο αὐτοῦ ὅστις ποτὲ εἴη.
吉泽里克从楼上目睹了这一情景,他本是一个极敏锐多智之人,察觉到此事定有神异,便将此人传唤过来,盘问他究竟是何人。
ὁ δὲ τῶν ἀπορρήτων Ἄσπαρι ἔφη κοινωνὸς εἶναι· δομέστικον δὲ τοῦτον τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι.
马尔基安答道,自己是与闻阿斯帕尔机密之人;罗马人用自己的语言称这种人为“近卫秘书官”(domesticus)。
ταῦτα Γιζερίχῳ ἀκούσαντι καὶ ξυμβαλλομένῳ μὲν τὸ τοῦ ὄρνιθος ἔργον, τὴν δὲ Ἄσπαρος δύναμιν ἐν νῷ ἔχοντι ὅσῃ ἐν Βυζαντίῳ ἐχρῆτο, καταφανὲς ἐγίνετο ὡς εἰς βασιλείαν ὁ ἀνὴρ ἄγοιτο.
吉泽里克听闻此言,将飞鸟的异兆与阿斯帕尔在拜占庭所执掌的滔天权势加以对照,便明了此人正在走向皇位。
κτεῖναι μὲν οὖν αὐτὸν ἥκιστα ἐδικαίου, ἐκλογιζόμενος ὡς, ἢν μὲν ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζῃ, εὔδηλον ἔσται ὡς οὐδὲν ἂν τὸ τῷ ὄρνιθι ποιηθὲν εἴη (οὐ γὰρ βασιλέα τῇ σκιᾷ θεραπεύοι, ὅς γε αὐτίκα δὴ ἀπολεῖσθαι ἔμελλε), λόγῳ τε αὐτὸν οὐδενὶ κτείνοι· ἢν δέ γε χρῆν ἐν τῷ ὑστέρῳ χρόνῳ βασιλεῦσαι τὸν ἄνθρωπον, οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται·1 τὰ γὰρ τοῦ θεοῦ ἐς βουλὴν ἥκοντα οὐκ ἂν δύναιτο ἀνθρώπου γνώμῃ κωλυτὰ εἶναι.
因此,他绝不认为应当诛杀此人;盖因他料想,倘若自己将其从人间除去,便显然表明飞鸟的征兆毫无意义(因为鹰绝不会用阴影侍奉一个大限将至之王),自己亦将毫无缘由地妄杀此人;反之,若此人命中注定日后登上帝位,就绝不会被他以死制伏,因为进入神之定议之事绝非人谋所能阻遏。
ὅρκοις δὲ αὐτὸν καταλαμβάνει ὡς, ἢν ἐπ’ αὐτῷ ἔσται,2 οὔποτε πρός γε Βανδίλους ἐν ὅπλοις γένηται. οὕτω δὴ Μαρκιανὸς ἀφειμένος ἐς Βυζάντιον ἀφίκετο καὶ Θεοδοσίου χρόνῳ ὕστερον τελευτήσαντος ἐδέξατο τὴν βασιλείαν.
于是他命其立下誓约:只要取决于他自身,他便绝不持兵刃与汪达尔人为敌。马尔基安就这样被释放返回拜占庭,并在一段时日后狄奥多西逝世时登上了皇位。
καὶ τὰ μὲν ἄλλα ξύμπαντα βασιλεὺς ἐγεγόνει ἀγαθός, τὰ δὲ ἀμφὶ Λιβύην ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἀλλὰ ταῦτα μὲν ἐν τῷ ὑστέρῳ χρόνῳ ἐγένετο.
他在其他一切方面皆为明君,唯独对利比亚的事务置之不理。不过,这些皆是后话。
Γιζέριχος δὲ τότε Ἄσπαρά τε καὶ Βονιφάτιον μάχῃ νικήσας πρόνοιάν τε ἐπιδειξάμενος ἀφηγήσεως ἀξίαν, τὴν εὐτυχίαν ὡς μάλιστα ἐκρατύνατο.
当时,吉泽里克在击败了阿斯帕尔和博尼法斯之后,展现了值得载入史册的远见卓识,将自己的胜势巩固得极为坚实。
δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ’ αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βανδίλοι3 τῇ τε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, ἐπεὶ τὰ ἀνθρώπεια τοῖς τε θείοις σφάλλεσθαι καὶ τοῖς σώμασι φιλεῖ ἐλασσοῦσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ’ οἷς ἔδεισε μέτριος γεγονώς, σπονδὰς πρὸς βασιλέα Βαλεντινιανὸν ποιεῖται ἐφ’ ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνα τε τῶν παίδων Ὁνώριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκε.
因为他深恐若罗马与拜占庭的大军再次联袂攻来,汪达尔人恐难保持同样的武运与实力——盖因人事常因天意而受挫,因血肉之躯的衰疲而损耗——他未因眼前的功成而骄矜,反因心中所惧而克制持重,遂与皇帝瓦伦提尼安订立和约,条件为每年从利比亚向皇帝进贡,并依此协定交出其中一个儿子胡内里克作为人质。
Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξε καὶ Ὁνώριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν.
吉泽里克不仅在沙场上勇冠三军,而且以最稳妥的方式捍卫了胜利,待两国的交好大见进展之时,他又接回了自己的儿子胡内里克。
- 3.4.9οὐ μήποτέ οἱ θανάτῳ καταληπτὸς ἔσται
由 οὐ μή 接将来时直陈式 ἔσται 构成的强否定句式。代词 οἱ 为与格,作动词性形容词 καταληπτός 的施事与格('绝不会被他以死制伏')。
- 3.4.10ἢν ἐπ’ αὐτῷ ἔσται
习惯表达法,以 ἐπί 接与格表示“归……掌管”“取决于某人”,此处由条件连词 ἤν 后接将来时直陈式 ἔσται 构成,意为“只要取决于他自身”。
- 3.4.13δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ’ αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βανδίλοι
以分词 δείσας 为核心的倒插长句,其引导的惧怕从句(μὴ οὐχ οἷοί τε ὦσιν...)前先插入了一个条件从句(ἢν... ἴοι)。句中随后还穿插了 ἐπεὶ 引导的因果从句等成分,最终方引向主句的主动词 σπονδὰς ποιεῖται。
