← 普罗科皮乌斯

战史

§3.3.18-3.3.36

埃提乌斯的离间与博尼法斯的溃败

埃提乌斯施展离间之计,促使博尼法斯抗拒帝廷征召并引汪达尔人入利比亚以求自保。真相虽最终大白并达成和解,罗马军队却遭到吉泽里克统领的汪达尔人重创而溃败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.18

ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνή, εὖ τέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιήσασθαι.

该妇人听了这番话,认为埃提乌斯所言在理,便照此办理。然而埃提乌斯占得先机,暗中致信博尼法斯,称皇帝之母正谋害他,并企图将其除掉。

§3.3.19

καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα· ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου.

他更预先告诫道,这桩阴谋将有确凿的铁证:因为无缘无故地,他马上就会受到召见。书信所阐明的正是这些内容。

§3.3.20

Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν,1 οὐδενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας.

博尼法斯并未将信中所写等闲视之,一当召他进谒皇帝的使者抵达,他便拒绝遵从皇帝及其母亲的召唤,而未将埃提乌斯的建言向任何人透露。

§3.3.21

Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόν τε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ Βονιφατίου ἐν βουλῇ εἶχε.

普拉基迪亚获悉此事后,愈发认为埃提乌斯对皇室国政赤胆忠心,遂筹划如何处置博尼法斯。

§3.3.22

Βονιφάτιος δὲ (καὶ γάρ οἱ οὔτε βασιλεῖ ἐδόκει ἀντιτάξασθαι οἵῳ τε εἶναι ἐς Ῥώμην τε ἀπιόντι οὐδεμία σωτηρία ἐφαίνετο) βουλεύεται ὅπως οἱ, ἢν δύνηται, ὁμαιχμία ἐς τοὺς Βανδίλους ἔσται, οἳ ἐν Ἱσπανίᾳ, ὡς πρόσθεν εἴρηται, οὐ πόρρω Λιβύης ἱδρύσαντο.

而博尼法斯——因为在他看来,既不可能提兵抗衡皇帝,若是前往罗马又绝无生还之理——便谋划倘有可能,与先前所述定居于离利比亚不远的伊斯帕尼亚的汪达尔人结成军事同盟。

§3.3.23

ἔνθα δὴ Γωδίγισκλος μὲν ἐτεθνήκει, διεδέξαντο δὲ τὴν ἀρχὴν οἱ ἐκείνου παῖδες, Γόνθαρις μὲν ἐκ γυναικὸς αὐτῷ γαμετῆς γεγονώς, Γιζέριχος δὲ νόθος.

彼时戈迪吉斯克尔业已亡故,其二子继承了大权:贡塔里斯乃正妻所生,而吉泽里克则为庶出。

§3.3.24

ἀλλ’ ὁ μὲν ἔτι ἦν παῖς καὶ τὸ δραστήριον οὐ σφόδρα ἔχων, Γιζέριχος δὲ τά τε πολέμια ὡς ἄριστα ἐξήσκητο καὶ δεινότατος ἦν ἀνθρώπων ἁπάντων.

前者尚年少且行事并不果敢,吉泽里克却深谙战阵之法,为举世最为狡黠多智之人。

§3.3.25

πέμψας οὖν ἐς Ἱσπανίαν Βονιφάτιος τοὺς αὑτῷ μάλιστα ἐπιτηδείους ἑκάτερον τῶν Γωδιγίσκλου παίδων ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ2 προσεποιήσατο, ἐφ’ ᾧ αὐτῶν ἕκαστον τὸ Λιβύης τριτημόριον ἔχοντα τῶν κατ’ αὐτὸν ἄρχειν· ἢν δέ τις ἐπ’ αὐτῶν τινα ἴοι πολεμήσων, κοινῇ τοὺς ἐπιόντας ἀμύνασθαι. ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ Βανδίλοι τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες ἐς Λιβύην ἀφίκοντο καὶ Οὐισίγοτθοι ἐν τῷ ὑστέρῳ χρόνῳ ἐν Ἱσπανίᾳ ἱδρύσαντο.

于是博尼法斯派遣最为亲信之人出使伊斯帕尼亚,以平等的条件拉拢戈迪吉斯克尔的两个儿子,其协定为:他们每人各得利比亚的三分之一,统治归属于己的属民;若有人前来攻打他们中的任何一方,他们将同仇敌忾击退来犯之敌。依凭此项协定,汪达尔人渡过了加代拉海峡进入利比亚,而西哥特人则于稍后的时期定居于伊斯帕尼亚。

§3.3.27

ἐν δὲ τῇ Ῥώμῃ οἱ Βονιφατίῳ ἐπιτήδειοι, τοῦ τε τρόπου ἐνθυμούμενοι τοῦ ἀνθρώπου ἐκλογιζόμενοί τε ἡλίκος ὁ παράλογος ἦν, ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, εἰ Βονιφάτιος τυραννοίη, τινὲς δὲ αὐτῶν Πλακιδίας ἐπαγγελλούσης ἐς Καρχηδόνα ἦλθον.

在罗马,博尼法斯的亲友念及此人的为人,且深思此事是何等背理失常,便极度诧异博尼法斯怎会起兵谋篡;其中数人奉普拉基迪亚之命前往迦太基。

§3.3.28

ἔνθα δὴ Βονιφατίῳ συγγενόμενοι τά τε Ἀετίου γράμματα εἶδον καὶ τὸν πάντα λόγον ἀκούσαντες ἐς Ῥώμην τε ὡς εἶχον τάχους ἀνέστρεφον καὶ ὅπως αὐτῇ Βονιφάτιος ἔχοι ἀπήγγελλον.

他们在那里与博尼法斯会面,见到了埃提乌斯的亲笔信,并在听闻了事情的前因后果后,星夜兼程赶回罗马,向她禀报了博尼法斯的心意。

§3.3.29

καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν· τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν.3

该妇人虽大为惊骇,却并未对埃提乌斯施加任何惩戒,亦未就其危害皇室的行径加以斥责,因为他执掌重权,而帝国的政局已然颓败;她转而将埃提乌斯的建言告知博尼法斯的友人,并赐予信誓与誓约,恳求他们若有可能,劝说此人回归祖宗的习俗,切不可坐视罗马帝国的领土沦于异族之手。

§3.3.30

ἐπεὶ δὲ ὁ Βονιφάτιος ἤκουσε ταῦτα, τῆς τε πράξεως αὐτῷ καὶ τῆς ἐς τοὺς βαρβάρους ὁμολογίας μετέμελε, καὶ αὐτοὺς ἐλιπάρει μύρια πάντα ὑποδεχόμενος ἀπὸ Λιβύης ἀνίστασθαι.

博尼法斯闻讯之后,对自己的所作所为及与异族的盟约深感懊悔,遂许诺万种重利,恳求他们撤出利比亚。

§3.3.31

τῶν δὲ οὐκ ἐνδεχομένων τοὺς λόγους, ἀλλὰ περιυβρίζεσθαι οἰομένων, ἐς χεῖρας αὐτοῖς ἐλθεῖν ἠναγκάσθη καὶ ἡσσηθεὶς τῇ μάχῃ ἐς Ἱππονερέγιον ἀνεχώρησε, πόλιν ὀχυρὰν ἐν Νουμιδίᾳ τῇ ἐπὶ θαλάσσῃ κειμένην.

但对方不仅不接受其劝说,反认为受到了戏弄侮辱,致使他不得不与他们兵戎相见;在激战中受挫后,他退守位于努米底亚海滨的险要要塞希波雷吉乌斯。

§3.3.32

ἔνθα δὴ οἱ Βανδίλοι στρατοπεδευσάμενοι Γιζερίχου σφίσιν ἡγουμένου ἐπολιόρκουν· Γόνθαρις γὰρ ἤδη ἐτεθνήκει. φασὶ δὲ αὐτὸν πρὸς τοῦ ἀδελφοῦ ἀπολέσθαι.

于是汪达尔人在吉泽里克的率领下扎下营盘,包围了该城;盖因贡塔里斯此时业已身亡。有人说他是死于其兄弟之手。

§3.3.33

Βανδίλοι δὲ τούτοις οὐχ ὁμολογοῦντες Γόνθαρίν φασιν ἐν Ἱσπανίᾳ πρὸς Γερμανῶν ξυλληφθέντα ἐν μάχῃ ἀνασκολοπισθῆναι, καὶ Γιζέριχον ἤδη αὐτοκράτορα ὄντα Βανδίλοις ἐς Λιβύην ἡγήσασθαι.

汪达尔人却不同意这些说法,称贡塔里斯是在伊斯帕尼亚与日耳曼诸部的交战中被俘受穿刺之刑而死,而吉泽里克早已身为独揽大权的统领,率领汪达尔人开拔至利比亚。

§3.3.34

ταῦτα μὲν δὴ οὕτω πρὸς Βανδίλων ἀκήκοα. χρόνου δὲ πολλοῦ διελθόντος, ἐπεὶ οὔτε βίᾳ οὔτε ὁμολογίᾳ τὸ Ἱππονερέγιον παραστήσασθαι οἷοί τε ἦσαν καὶ τῷ λιμῷ ἐπιέζοντο, τὴν προσεδρείαν διέλυσαν.

这些正是我从汪达尔人那里亲耳听闻的。过了许久之后,因既不能凭武力强攻,亦不能靠受降夺取希波雷吉乌斯,又饱受饥馑困扰,他们便解除了包围。

§3.3.35

ὀλίγῳ δὲ ὕστερον χρόνῳ Βονιφάτιός τε καὶ οἱ ἐν Λιβύῃ Ῥωμαῖοι, ἐπεὶ αὐτοῖς ἔκ τε Ῥώμης καὶ Βυζαντίου πολὺς στρατὸς ἦλθε καὶ στρατηγὸς Ἄσπαρ, ἀναμαχέσασθαί τε ἠξίουν καὶ μάχης καρτερᾶς γενομένης παρὰ πολὺ ἡσσημένοι τῶν πολεμίων4 ὅπη ἕκαστος ἐδύναντο ἐς φυγὴν ὥρμηντο.

不久之后,博尼法斯与利比亚的罗马军队因得到了来自罗马和拜占庭的大军及将领阿斯帕尔的驰援,遂意欲重新决战;但在激战之后,他们惨遭敌军重创,溃不成军,各自夺路而逃。

§3.3.36

καὶ ὅ τε Ἄσπαρ ἐπ’ οἴκου ἀπεκομίσθη καὶ Βονιφάτιος ὡς Πλακιδίαν ἀφικόμενος τὴν ὑποψίαν διέλυεν, ὡς οὐκ ἐξ ἀληθοῦς αἰτίας ἐς αὐτὸν γένοιτο.

阿斯帕尔启程归家,而博尼法斯则径往晋见普拉基迪亚,消除了对他的猜忌,表明那绝非因真实之由而对他产生的怨隙。

语法注4 条
  1. 3.3.20ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν

    动词 ἀπαγορεύω(不定过去时 ἀπεῖπον)含有“拒绝、禁止”之意,属于否定含义动词,故其带冠词不定式补足语(τὸ ... ἐπακούειν)常附带多余否定词 μή。此处并非双重否定,义即“拒绝服从/听命”。

  2. 3.3.25ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ

    省略了阴性名词 μοίρᾳ(或类似词)的外交惯用短语,意为“在同等且平等的条件下”。具体的协定内容随后由 ἐφ’ ᾧ(“条件是……”)引导的从句加以阐明。

  3. 3.3.29οὐ περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν

    动词 περιιδεῖν 常接分词作补足语,表示“坐视、纵容某事发生”。此处加上否定词 οὐ,意为“不可坐视罗马帝国的统治沦于异族之手”。宾格分词 περιιδόντα 在格、性、数上与 πείσουσιν 的宾语 τὸν ἄνδρα(博尼法斯)一致。

  4. 3.3.35παρὰ πολὺ ἡσσημένοι τῶν πολεμίων

    介词短语 παρὰ πολύ 为惯用副词短语,意为“大大地、大差距地”。此处修饰动词分词 ἡσσημένοι(“被击败”),并与表示比较的属格 τῶν πολεμίων 相结合,意为“被敌军彻底击溃/惨败于敌手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.3.18-3.3.36