← 普罗科皮乌斯

战史

§3.3.1-3.3.17

霍诺留之死与西帝国内讧

霍诺留针对定居伊斯帕尼亚的汪达尔人颁布法律后去世;僭位者约翰败亡,幼年的瓦伦提尼安三世即位,其荒淫无能以及埃提乌斯与博尼法斯两员名将的内讧为利比亚的沦陷埋下伏笔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1

Βανδίλοι δὲ ἀμφὶ τὴν Μαιῶτιν ᾠκημένοι λίμνην, ἐπειδὴ λιμῷ ἐπιέζοντο, ἐς Γερμανούς τε, οἳ νῦν Φράγγοι καλοῦνται, καὶ ποταμὸν Ῥῆνον ἐχώρουν, Ἀλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ’ ᾧ δὴ οὐκ ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται.

居住在马奥蒂斯湖周边的汪达尔人,因受饥荒所迫,向着现今被称为法兰克人的日耳曼诸部落及莱茵河迁徙,并联合了哥特系部族阿兰人。随后,在戈迪吉斯克尔的率领下,他们从那里定居于伊斯帕尼亚,这是从大洋进入罗马帝国的首片领土。当时霍诺留与戈迪吉斯克尔达成协定,条件是他们定居于该地但不得蹂躏国土。

§3.3.3

νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ’ ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον,1 νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο.

罗马人有一条法律:如果有人未能将自己的产业保持在自己的掌控之下,并且时间流逝达到了三十年之久,这些人便不再有权向强占者起诉,他们进入法庭的权利将因诉讼时效而遭阻绝。为此,霍诺留颁布了一条法律,规定汪达尔人在罗马帝国境内所度过的任何岁月,绝不得计入这三十年的时效。

§3.3.4

Ὁνώριος μέν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίου τε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνήρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρως τε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος, οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας· οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος ὃν ἐν τῇ βασιλείᾳ ἐβίου.

西方的局势陷入如此地步之际,霍诺留因病离世。此前,阿卡狄乌斯与霍诺留的胞妹普拉基迪亚的丈夫君士坦提乌斯曾与霍诺留共掌皇权;但他居于帝位仅数日,便身患重病,在霍诺留尚在人世时就死去了,未能说出或做出任何值得称道之事,因为他在皇位上的岁月过于短促。

§3.3.5

τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανός, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγείς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην ὄνομα, βασιλέα αἱροῦνται.

这位君士坦提乌斯的幼子瓦伦提尼安方才断奶,正在狄奥多西的宫廷中被抚养;而罗马皇帝宫廷中的众人推举了当地一名叫约翰的行伍之人为皇帝。

§3.3.6

ἦν δὲ οὗτος ἀνὴρ πρᾷός τε καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος.

此人温和,深具才智,极善秉持美德。

§3.3.7

πέντε γοῦν ἔτη τὴν τυραννίδα ἔχων μετρίως ἐξηγήσατο, καὶ οὔτε τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὔτε φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι2 οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο· ἐς δὲ βαρβάρους οὐδὲν ὅ τι καὶ πρᾶξαι οἷός τε ἐγεγόνει, ἐπεί οἱ τὰ ἐκ Βυζαντίου πολέμια ἦν.

至少在窃据统治地位的五年间,他施政宽和,既不偏听谗言,也从未出于本心施行不义的杀戮,更不曾动手没收财产;然而对异族人,他却未能建立任何功业,因为他面临着来自拜占庭方面的战事。

§3.3.8

ἐπὶ τοῦτον τὸν Ἰωάννην Θεοδόσιος ὁ Ἀρκαδίου στρατὸν πολὺν πέμψας καὶ στρατηγοὺς Ἄσπαρά τε καὶ Ἀρδαβούριον, τὸν Ἄσπαρος υἱόν, αὐτόν τε ἀφαιρεῖται τὴν τυραννίδα καὶ Βαλεντινιανῷ ἔτι παιδὶ ὄντι τὴν βασιλείαν παρέδωκε.

阿卡狄乌斯之子狄奥多西派大军及阿斯帕尔与其子阿达布里乌斯两名将领讨伐这名约翰,剥夺了他的僭位,并将皇权交给了尚在幼年的瓦伦提尼安。

§3.3.9

ζῶντα δὲ Βαλεντινιανὸς Ἰωάννην λαβὼν ἔν τε τῷ Ἀκυληίας ἱπποδρομίῳ τὴν ἑτέραν ταῖν χεροῖν ἀποκοπέντα εἰσῆγεν ἐπόμπευσέ τε ὄνῳ ὀχούμενον, καὶ πολλὰ παρὰ τῶν ἀπὸ σκηνῆς ἐνταῦθα παθόντα τε καὶ ἀκούσαντα ἔκτεινεν. οὕτω μὲν Βαλεντινιανὸς τὸ τῆς ἑσπερίας παρέλαβε κράτος.

瓦伦提尼安生擒了约翰,在阿奎莱亚的赛马场中砍去他的一只手并押入场中,让他骑在驴背上游街示众,在忍受了戏台上艺人的诸多侮辱与嘲骂之后,将他处决。瓦伦提尼安就这样接掌了西方的权柄。

§3.3.10

Πλακιδία δὲ ἡ αὐτοῦ μήτηρ θηλυνομένην παιδείαν τε καὶ τροφὴν τὸν βασιλέα τοῦτον ἐξέθρεψέ τε καὶ ἐξεπαίδευσε, καὶ ἀπ’ αὐτοῦ κακίας ἔμπλεως ἐκ παιδὸς γέγονε.

然而其母普拉基迪亚却以柔弱萎靡的教养方式养育了这位皇帝,致使他自幼便浑身充满恶德。

§3.3.11

φαρμακεῦσί τε γὰρ τὰ πολλὰ καὶ τοῖς ἐς τὰ ἄστρα περιέργοις ὡμίλει, ἔς τε ἀλλοτρίων γυναικῶν ἔρωτας δαιμονίως ἐσπουδακὼς πολλῇ ἐχρῆτο ἐς τὴν δίαιταν παρανομίᾳ, καίπερ γυναικὶ ξυνοικῶν εὐπρεπεῖ τὴν ὄψιν ἐς ἄγαν οὔσῃ.

因为他多与术士和窥伺星象之辈交往,又极其沉溺于恋慕他人的妻子,在起居行止中极尽违法非理之事,尽管他所娶的妻子容貌绝美。

§3.3.12

ταῦτά τοι οὐδέ τι ἀνεσώσατο τῇ βασιλείᾳ ὧν ἀφῄρητο πρότερον, ἀλλὰ καὶ Λιβύην προσαπώλεσε καὶ αὐτὸς ἐφθάρη.

正因如此,他不仅没有为帝国收复任何先前失落的领土,反倒将利比亚也搭了进去,自己也身死道消。

§3.3.13

καὶ ἐπειδὴ ἐτελεύτησε, τῇ τε γυναικὶ ταῖς τε παισὶ δορυαλώτοις γενέσθαι ξυνέπεσε. γέγονε δὲ ὧδε τὸ ἐν Λιβύῃ πάθος.

而在他死后,其妻子与女儿们竟也沦为枪矛之下的俘虏。利比亚的这一灾祸乃是如此发生的:

§3.3.14

Στρατηγὼ δύο Ῥωμαίων ἤστην, Ἀέτιός τε καὶ Βονιφάτιος, καρτερώ τε ὡς μάλιστα καὶ πολλῶν πολέμων ἐμπείρω τῶν γε κατ’ ἐκεῖνον τὸν χρόνον οὐδενὸς ἧσσον.

当时罗马有两位将领,埃提乌斯与博尼法斯,极为英勇,历经诸多战事,不逊于那个时代的任何人。

§3.3.15

τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίας τε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι· οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε ἀποκεκρίσθαι τετύχηκε.

这二人在政治事务上意见相左,却达到了极高的气魄与美德境界,以至于若有人称他们中的任何一人为“最后的罗马人”,也不算谬误;罗马人的一切美德竟都汇聚在这二人身上。

§3.3.16

τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ,3 ἀλλ’ ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ ἐκρύπτετο.

普拉基迪亚任命两人中的博尼法斯为全利比亚的统帅。这并非埃提乌斯所愿,但他绝未表露出任何不悦的神色;因为他们的敌意尚未公开,而是各自隐藏在假面之后。

§3.3.17

ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήν τε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόν τε εἶναι αὐτῇ ἔλεγε τἀληθὲς ἐξευρεῖν· ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ.4

当博尼法斯离开之后,埃提乌斯向普拉基迪亚谗毁他,称他已从她和皇帝手中剥夺全利比亚,正在行僭主之事,并对她说查明真相轻而易举:因为如果她召博尼法斯回罗马,他绝不会前来。

语法注4 条
  1. 3.3.3ἀλλ’ ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον

    不定式 ἀποκεκρίσθαι(源自 ἀποκρίνω 的完成时被动形)在由 νόμου ὄντος 引导的间接引语中作述语,其主语为 τὴν ἐς τὸ δικαστήριον εἴσοδον(“诉诸法庭的权利”)。ἐς παραγραφήν 为介词短语,表示法律上的结果:“因诉讼时效抗辩(praescriptio)而被阻断”。

  2. 3.3.7ἑκών γε εἶναι

    常用于否定句或限定句中的习惯性绝对不定式短语,意为“自愿地”或“就其意愿而言”。此处修饰 οὔτε φόνον ἄδικον εἰργάσατο,强调约翰在主观意愿上从未故意施行不义的杀戮。

  3. 3.3.16τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ

    表示意愿的分词 βουλομένῳ 与人称与格 Ἀετίῳ 保持一致,并与连系动词 ἦν 搭配构成的习惯句型(表示主观感受/意向的与格),相当于拉丁语中的 mihi volenti est,意为“此事实非埃提乌斯所愿 / 埃提乌斯对此并不称心”。

  4. 3.3.17οὐ μή ποτε ἔλθῃ

    双重否定词 οὐ μή 后接不定过去时虚拟式(ἔλθῃ),表示带有强烈断言意味的未来否定预测(“他绝不会来”)。它在此处充当由 ἢν... μεταπέμποιτο(祈愿语气条件从句)引导的条件句的主句结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.3.1-3.3.17