- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.2.27-3.2.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了关于普罗芭献城落陷罗马的另一异说、阿塔卢斯被立与废黜、不列颠的叛乱、霍诺留因偶遇诸般奇运而脱险,以及哥特人随后的动向。
Τινὲς δὲ οὐχ οὕτω Ῥώμην Ἀλαρίχῳ ἁλῶναί φασιν, ἀλλὰ Πρόβην γυναῖκα, πλούτῳ τε καὶ δόξῃ ἔν γε τῇ Ῥωμαίων βουλῇ ἐπιφανεστάτην μάλιστα οὖσαν, οἰκτεῖραι μὲν λιμῷ τε καὶ τῇ ἄλλῃ κακοπαθείᾳ διαφθειρομένους Ῥωμαίους, οἵ γε καὶ ἀλλήλων ἤδη ἐγεύοντο· ὁρῶσαν δὲ ὡς πᾶσα αὐτοὺς ἐλπὶς ἀγαθὴ ἐπιλελοίπει, τοῦ τε ποταμοῦ καὶ τοῦ λιμένος ἐχομένου πρὸς τῶν πολεμίων, τοῖς οἰκέταις ἐγκελεύσασθαι1 νύκτωρ ἀνοιγνύναι τὰς πύλας.
然而有人说,罗马并非如此被阿拉里克攻陷,而是一位名叫普罗芭的妇人——她在财富和声誉上在罗马元老院中最为显赫——怜悯那些在饥荒和其他苦难中垂死的罗马人(他们甚至已经开始相食),见敌人已控制了河流与港湾,所有的良善希望均已断绝,便命令家仆在夜间打开了城门。
Ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τό τε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος.
当阿拉里克准备离开罗马时,他宣布元老贵族之一的阿塔卢斯为罗马人的皇帝,为他加冕王冠、披上紫袍,并授予所有属于皇帝尊号的仪物。他这样做,是为了废黜霍诺留的帝位,并将整个西方的权力移交给阿塔卢斯。
τοιαύτῃ μὲν γνώμῃ Ἄτταλός τε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῷ εὖ εἰπόντι πεισθῆναι.
怀着这样的企图,阿塔卢斯与阿拉里克率大军向拉文纳进发。然而这个阿塔卢斯既无独立谋划之能,又不听从谏言良策。
Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
至少在阿拉里克极不赞同的情况下,他竟在没有军队护送的情形下派指挥官前往利比亚。此地的情形便是如此运作的。
Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵ τε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλον τε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαν τε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν.
与此同时,不列颠岛背叛了罗马人,那里的军士推选了一位绝非无名之辈的君士坦丁为皇帝。此人立即集结了一支舰队和相当规模的军队,率大军入侵伊斯帕尼亚与高卢,意欲征服两地。
Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ’ ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο2 καὶ σὺν αὐτῷ εἴη.
霍诺留则备好船只,静候利比亚传来的命运转机,以便在阿塔卢斯派遣的人马被击退时,自己能航向利比亚并保有自身帝国的一角;倘若那里的事态发展对他不利,他便投奔狄奥多西并依附于他。
Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱός, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν.
因为阿卡狄乌斯在此很久之前便已去世,其子狄奥多西尚且十分年幼,执掌着东方的权柄。
ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι.
正当霍诺留观望这些事态、在命运的惊涛骇浪中漂泊不定时,惊人的奇迹般的幸运接踵而至。
φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι· ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν.
因为神明向来乐于在那些既不敏锐、又无能凭自身机变谋划之人陷入极度绝境时施以援手和相助,只要他们并非邪恶之徒;在这位皇帝身上所发生的正属此类。
ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο, καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι3 ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε.
因为忽然有消息自利比亚传来,称阿塔卢斯的统帅们已被消灭;又有大量来自拜占庭的船只,运载着为数极多的士兵前来援助未曾预料此事的他;而且阿拉里克与阿塔卢斯反目,剥夺了他的皇帝仪仗,将其降为布衣阶层羁押看管。
μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατός, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ θνήσκει.
此后,阿拉里克因病逝世,西哥特军队在阿道夫的率领下向高卢进发,而君士坦丁在交战中战败,与其子嗣一同丧命。
Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ’ οὖσα ὑπὸ τυράννοις ἀπ’ αὐτοῦ ἔμεινε.
然而罗马人未能再度收复不列颠,该岛自此沦于僭主们的统治之下。
Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία.
至于哥特人,在横渡伊斯特尔河后,最初占领了潘诺尼亚,其后经皇帝赐予,定居于色雷斯各处地方。
ἐνταῦθά τε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται.
他们在那里停留未久,便夺取了西方。但这部分事迹将在关于哥特人的专述中交代。
- 3.2.27ἀλλὰ Πρόβην γυναῖκα ... οἰκτεῖραι μὲν ... ἐγκελεύσασθαι
由主动词 φασίν 引导的充当间接引语的长篇对格与不定式结构。对格主语为 Πρόβην γυναῖκα,分词 οὖσαν 与 ὁρῶσαν 与之同格修饰,不定式 οἰκτεῖραι 和 ἐγκελεύσασθαι 则由 μὲν ... δέ 并列连接。
- 3.2.32ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν ... πλέοι τε αὐτὸς ... ἢν δὲ ... ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο
跟在过去时态主句(προσεδέχετο)之后的 ὅπως 目的从句中的条件复合句。由于处于从属句的过去视界中,条件从句(ἢν 加希求式)与结果从句(πλέοι, ἔχοι / ἵκοιτο, εἴη)均采用了转述过去的希求语气(optative in secondary sequence)。
- 3.2.36νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι
意合构造(constructio ad sensum)。句法上的主语虽为中性单数集合名词 πλῆθος,但分词 ἔχουσαι 却受属格定语 νηῶν(阴性名词)的性数影响而采用了阴性复数主格形式。
