- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.25.1-3.25.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
撤退至布拉平原的盖利默试图集结兵力,但摩尔人首领们却向贝利撒留效忠以求获取传统的统治信物并保持观望;盖利默遂向撒丁岛的茨阿宗急送书信,哀告迦太基陷落与全盘溃败的绝境。
Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλους τε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν.
当盖利默抵达布拉平原时——该地距离迦太基约有一名无负重男子四日的脚程,离努米底亚边界亦不甚远——他在彼处集结了全部汪达尔人,以及在摩尔人中碰巧拥有的所有友邦力量。
ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν, καὶ οὗτοι παντάπασιν ἄναρχοι. ὅσοι γὰρ ἔν τε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοί τε βασιλέως ἔφασκον εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο.
然而,只有极少数摩尔人前来作为同盟支援他,而且这些人完全没有首领统辖。因为凡在毛里塔尼亚、努米底亚与比扎凯那统治摩尔人的人,都已派遣使节晋见贝利撒留,声称自己是皇帝的奴仆,并许诺结盟参战。
εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τά τε ξύμβολα σφίσι παρ’ αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν παλαιὸν νόμον ἐδέοντο.
有些人甚至奉献自己的子女充当人质,并请求按照古老的惯例由他向他们送来统治权力的信物。
νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη.1
因为摩尔人自古有项法度:即便某人与罗马人为敌,若非罗马皇帝授予其统治标志,便不得在摩尔人中施行统治。
ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν.
他们虽已从汪达尔人那里获得过这些信物,却认为自己的权力并不稳固。
ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδος τε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ’ ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιόν, χιτών τε λευκὸς ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπίχρυσος.
这些信物包括:一根镀金的银杖;一顶并不覆盖整个头部、而是如同冠冕般由银带从四面托起的银帽;一件在右肩处以金别针扣合、呈色萨利式披风样式的白色短斗篷;一件带有绣饰的白色长袍;以及一双鎏金高帮鞋。
Βελισάριος δὲ ταῦτά τε αὐτοῖς ἔπεμψε καὶ χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο.
贝利撒留遂将这些物品派送给他们,并赏赐他们每人巨额金钱。
οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐδὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ’ ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε.
即便如此,他们既未前来同贝利撒留结盟,却也同样不敢去援助汪达尔人,而是置身于双方之外,冷眼窥探战局究竟将如何收场。罗马人方面的局势便是如此。
Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδος τε ἀναγομένης ἐπιτυχών, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε·
与此同时,盖利默派遣一名汪达尔人前往撒丁岛,携信致其弟茨阿宗。该使者迅疾赶往海边,巧遇一艘启航出海的商船,遂驶入卡拉纳利斯港,将信交入茨阿宗手中。信中言辞如下:
“Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους ἐπιπεσοῦσα.
“依我看来,使那座岛屿背离我们的并非戈达斯,而是从天而降加于汪达尔人头上的某种神谴。
σέ τε γὰρ ἐξ ἡμῶν καὶ Βανδίλων τοὺς δοκίμους ἀφελομένη ἅπαντα συλλήβδην ἐκ τοῦ Γιζερίχου οἴκου τὰ ἀγαθὰ ἥρπασεν.
因为正是它将你与汪达尔人的精锐从我们身边夺走,将盖塞里克家族的一切家资一扫而空。
οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ’ ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται.2 τὰ γὰρ τῇ τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀποβάντων εἰδέναι.
你从此处扬帆启航,并非为了替我们收复该岛,而是为了让查士丁尼成为利比亚的主宰。因为命运早先的决意,如今已可从降临的结果中洞悉无遗。
Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ ἐφ’ ἡμᾶς ἥκει· ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα εὐθὺς ᾤχετο, μεθ’ ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην.
贝利撒留确实仅率微薄兵力向我们进犯;然而英勇之气刚一离弃汪达尔人便荡然无存,并将好运一同卷走。
Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλθακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμπασα Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχονται ἤδη πρὸς τῶν πολεμίων.
须知由于汪达尔人的怯懦退缩,阿马塔斯与吉巴蒙德已经阵亡;战马、造船所、整个利比亚,尤其是迦太基城本身,如今均已落入敌手。”
- 3.25.5πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη
连词 πρίν 搭配 ἄν 及希求语气(δοίη)。此处系在间接引语或记述过去惯例(νόμος γὰρ ἦν...)的语境下,原本应使用的虚拟语气(δῷ)因过去时主动词发生语气转移变为希求语气,而小词 ἄν 仍予保留。
- 3.25.13οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ’ ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται
此处由对偶的两个目的/结果从句构成,但句式并不对称:前半句使用介词加定冠词不定词(ἐπὶ τῷ ἀνασώσασθαι),后半句则转换为 ὅπως 引导的将来直陈语气(ἔσται)。这种句式转换为着意突显主观意图(收复海岛)与命运安排的严酷事实(查士丁尼占领利比亚)之间的反差。
