← 普罗科皮乌斯

战史

§3.24.1-3.24.19

茨阿宗平定撒丁岛与使者在迦太基被俘

茨阿宗收复撒丁岛并斩杀戈达斯,遣使往迦太基报捷却反遭扣押;前往西班牙结盟的汪达尔使臣亦在不知情下返回迦太基投降,西里尔抵迦太基与获胜的贝利撒留会合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.24.1

Τζάζων δέ, ὁ τοῦ Γελίμερος ἀδελφός, τῷ στόλῳ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόν τε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τι ἀμφ’ αὐτὸν μάχιμον ἦν.

与此同时,盖利默的兄弟茨阿宗率领前文提及的舰队抵达撒丁岛,在卡拉纳利斯的港口登陆,一举攻克了该城,诛杀了僭主戈达斯及其身边所有的战斗力量。

§3.24.2

καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὧν ταύτῃ ἐπέπρακτο,1 γράφει πρὸς Γελίμερα τάδε·

当他获悉皇帝的舰队已抵达利比亚土地,却尚未探知彼处究竟发生了何事,便修书给盖利默道:

§3.24.3

“Γώδαν ἀπολωλέναι τὸν τύραννον, ὑπὸ ταῖς ἡμετέραις γεγονότα χερσί, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βασιλείᾳ εἶναι, ὦ Βανδίλων τε καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε.

“汪达尔人与阿兰人的王啊,请知悉,僭主戈达斯已命丧我等之手,此岛已重归陛下统治之下;请举行胜利的庆典吧。

§3.24.4

τῶν δὲ πολεμίων οἳ ἐτόλμησαν ἐς τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν πεῖραν ἐς τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον τοῖς ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσαμένοις ἐχώρησε.”

至于那些胆敢兴兵进犯我国土的敌人,且期盼他们的图谋会落得同昔日进攻我们先祖之辈一模一样的下场。”

§3.24.5

ταῦτα οἱ λαβόντες τὰ γράμματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσαν ἐς τὸν τῶν Καρχηδονίων λιμένα.

受托携带此信的人心中未存丝毫敌对警惕,径直驶入了迦太基人的港口。

§3.24.6

καὶ πρὸς τῶν φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τά τε γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστεις ἐποιεῖτο ἐσήγγελλον, οἷς τε ἐθεῶντο καταπεπληγμένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον· ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι.

他们被卫兵押送至主帅面前,呈递了信函,并在主帅审讯时据实以告;目睹眼前之景,他们惊骇莫名,为这突如其来的剧变目瞪口呆。然而他们在贝利撒留手中并未遭受任何虐待。

§3.24.7

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθη τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐς Ἱσπανίαν ἄλλους τε καὶ Γοτθαῖον καὶ Φουσκίαν, ἐφ’ ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν2 ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι.

几乎在同一时期,还发生了如下另一桩事。盖利默在皇帝的舰队抵达利比亚前不久,曾派遣使团前往西班牙,其中包括哥特奥斯与福斯基亚斯等人,旨在说服西哥特人的统治者休迪斯与汪达尔人缔结军事同盟。

§3.24.8

οἵ, ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρίῳ μακρὰν ἀπὸ θαλάσσης κειμένῳ.

他们登陆大陆,穿过加狄拉海峡,在远离大海的一处城镇见到了休迪斯。

§3.24.9

ἀναβάντας δὲ παρ’ αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνης τε ἠξίωσε καὶ προθύμως εἱστία, ἔν τε τῇ θοίνῃ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερί τε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι.

休迪斯热情款待了前来进行晋见的使节们,殷勤设宴,并在酒席上故作不知地探询盖利默与汪达尔人的近况如何。

§3.24.10

τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκηκοὼς ἅπαντα ὅσα Βανδίλοις ξυνέπεσεν.

因为这些使节前来的行程较为迟缓,休迪斯此时恰好已尽悉汪达尔人遭遇的一切祸患。

§3.24.11

ὁλκὰς γὰρ μία ἐπ’ ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα, ἐς Ἱσπανίαν ἦλθεν. ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φράζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται.

原来,就在大军进驻迦太基的那一天,一艘从事贸易的商船从彼处启航,逢遇顺风,直达西班牙。休迪斯由此获悉利比亚所发生的一切,便严禁商人们向任何人透露,以免风声彻底走漏。

§3.24.13

ἐπεὶ δὲ ἀπεκρίναντο οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν.

当哥特奥斯一行回答说己方一切安好时,休迪斯便问他们究竟为何而来。

§3.24.14

τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι· “Ἐνθένδε γάρ,” ἔφη, “τὰ οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.” οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι, ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον.

及至他们提出结盟之议,休迪斯却吩咐他们前往海边。“因为到了那里,”他说道,“你们便能确切得知国内的局势了。”使节们怀疑这番话并非正常之言,盖因此人已经醉酒,遂保持沉默。

§3.24.16

ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχοντες, ἐς αὐτὴν ἔπλεον.

次日他们再次晋见商谈同盟之事,休迪斯依然重复同样的话;至此他们方才省悟利比亚定是发生了某种变故,然而心中却丝毫未疑及迦太基,遂扬帆驶往迦太基。

§3.24.17

ἀγχοῦ τε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι.3

他们在该城附近靠岸,遇上了罗马士兵,便任由处置地束手就擒。

§3.24.18

ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν.

他们随后被押解至主帅面前,将全盘原委如实禀告,并未遭到他的任何加害。

§3.24.19

ταῦτα μὲν οὖν οὕτω γενέσθαι τετύχηκε. Κύριλλος δέ, Σαρδοῦς τε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τό τε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε· καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο.

这些事情便是如此发生的。而西里尔在接近撒丁岛时听闻了戈达斯的遭遇,便驶向迦太基;在彼处见到罗马军队与贝利撒留皆已克敌制胜,遂静处不动。随后所罗门被派往皇帝处,以禀报所建成的各项功业。

语法注3 条
  1. 3.24.2ὧν ταύτῃ ἐπέπρακτο

    关系代词 ὦν 发生了格同化(attraction),由原本应作被动动词 ἐπέπρακτο 主语的中性复数主格 ἅ 同化为属格。其前省略了先行词 τούτων,且支配它的分词 πεπυσμένος(源自 πυνθάνομαι)习惯支配事物属格。

  2. 3.24.7ἐφ’ ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα, πείσουσιν

    短语 ἐφ’ ᾧ 后接将来时直陈式动词(πείσουσιν),构成目的或条件从句,意为“以……为条件”或“旨在说服”。虽然 ἐφ’ ᾧ 常接不定式,但接将来时直陈式亦是符合古典及希腊化文法的正规用法。

  3. 3.24.17ὅ τι βούλοιντο χρῆσθαι

    此句承接 ἐνεχείρισαν σφᾶς αὐτούς(他们交出自己),后接由关系词引导的斜法从句与不定式 χρῆσθαι,意为“听凭对方随意处置”。希求法 βούλοιντο 是由于主句动词为历史时态(过去时)而在间接引语中使用的斜法希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.24.1-3.24.19